ἀκούσατ᾽, ὦ στοίακες, ἔμποροι λήρου,παιδοπῖπαι ὄντες καὶ τοῦτο μόνον ἐζηλωκότες τὸν ἀρχηγὸν ὑμῶν τῆς σοφίας Ζήνωνα τὸν Φοίνικα, ὃς οὐδέποτε γυναικὶ ἐχρήσατο, παιδικοῖς δ᾽ αἰεί, ὡς Ἀντίγονος ὁ Καρύστιος ἱστορεῖ ἐν τῷ περὶ τοῦ Βίου αὐτοῦ ῾p. 117 Wil'.' θρυλεῖτε γὰρ ὅτι δεῖ μὴ τῶν σωμάτων ἀλλὰ τῆς ψυχῆς ἐρᾶν: οἵτινες μέχρι ὀκτὼ καὶ εἴκοσι ἐτῶν δεῖν λέγοντες συνέχειν τοὺς ἐρωμένους. —καί μοι δοκεῖ Ἀρίστων ὁ Κεῖος ὁ περιπατητικὸς οὐ κακῶς εἰρηκέναι ἐν τῷ δευτέρῳ περὶ τῶν Ἐρωτικῶν Ὁμοίων πρός τινα Ἀττικόν, μέγαν τινὰ κατὰ τὴν ἡλικίαν ἐπιδεικνύντα ὡς καλόν, ᾧ Δῶρος ἦν ὄνομα: ‘τὴν πρὸς Δόλωνά μοι, φησί, δοκῶ παρ᾽ Ὀδυσσέως ἀπάντησιν ἐπὶ σὲ μεταφέρειν:
λόγων ὑποκριτῆρες, οἳ μόνοι πάντα
τἀν τοῖς πίναξι, πρίν τι τῷ σοφῷ δοῦναι,
αὐτοὶ καταρροφεῖτε κᾆθ᾽ ἁλίσκεσθε
ἐναντία πράσσοντες οἷς τραγῳδεῖτε,
ἦ ῥά νύ τοι μεγάλων Δώρων ἐπεμαίετο θυμός.'