previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

δὲ σοφὸς ἐκεῖνος Ζήνων, ὥς φησιν Ἀντίγονος Καρύστιος p. 118 Wil',' προμαντευόμενος ὑμῶν, ὡς τὸ εἰκός, περὶ τοῦ βίου καὶ τῆς προσποιητοῦ ἐπιτηδεύσεως ἔφη ὡς οἱ παρακούσαντες αὐτοῦ τῶν λόγων καὶ μὴ συνέντες ἔσονται ῥυπαροὶ καὶ ἀνελεύθεροι, καθάπερ οἱ τῆς Ἀριστίππου παρενεχθέντες αἱρέσεως ἄσωτοι καὶ θρασεῖς. καὶ δὴ τοιοῦτοι ὑμῶν εἰσιν οἱ πλεῖστοι, συνεσπασμένοι καὶ κακοπινεῖς οὐ μόνον τοῖς ἤθεσιν ἀλλὰ καὶ ἕξει. βουλόμενοι γὰρ ἐνδύεσθαι τὴν αὐτάρκειαν καὶ τὴν εὐτέλειαν εὑρίσκεσθε ἐπὶ ταῖς τῆς φιλαργυρίας θύραις ῥυπαρῶς ζῶντες καὶ τριβωνάρια περιβαλλόμενοι μικρὰ καὶ [τῶν] ἥλων ἐμπιπλάντες τὰ καττύματα καὶ κιναίδους καλοῦντες τοὺς μύρου προσβάλλοντας μικρῷ μαλακωτέραν ἠμφιεσμένους ἐσθῆτα. οὐ δεῖ οὖν οὕτως ἐσταλμένους περὶ ἀργύριον ἐπτοῆσθαι καὶ ἐρωμένους περιάγεσθαι ξυρουμένους τὴν ὑπήνην καὶ τὸν ὄρρον τοὺς ἀκολουθοῦντας
ἐν τῷ Λυκείῳ μετὰ σοφιστῶν, νὴ Δία,
λεπτῶν, ἀσίτων, σκυτίνων,
κατὰ τὸν Ἀντιφάνην II 58 K'.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: