previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Λυσίας δ᾽ ἐν τῷ πρὸς Λαίδα, εἴ [γε] γνήσιος λόγος, τούτων μνημονεύει fr. 155 Tur':' ‘Φιλύρα γέ τοι ἐπαύσατο πορνευομένη ἔτι νέα οὖσα καὶ Σκιώνη καὶ Ἱππάφεσις καὶ Θεόκλεια καὶ Ψαμάθη καὶ Λαγίσκα καὶ Ἄνθεια.' μήποτε δὲ δεῖ γράφειν ἀντὶ τῆς Ἀνθείας Ἄντειαν. οὐ γὰρ εὑρίσκομεν παρ᾽ οὐδενὶ Ἄνθειαν ἀναγεγραμμένην ἑταίραν, ἀπὸ δὲ Ἀντείας καὶ ὅλον δρᾶμα ἐπιγραφόμενον, ὡς προεῖπον p. 567c',' Εὐνίκου Φιλυλλίου Ἄντειά ἐστιν. καὶ τὸν κατὰ Νεαίρας δὲ λόγον γράψας μνημονεύει αὐτῆς 19'.' ἐν δὲ τῷ κατὰ Φιλωνίδου βιαίων Λυσίας, εἰ γνήσιος λόγος, καὶ Ναίδος τῆς ἑταίρας μέμνηται fr. 245 Tur',' κἀν τῷ πρὸς Μέδοντα ψευδομαρτυριῶν fr. 167' '<Ἀντικύρας>. ἐπώνυμον δ᾽ ἐστὶ τοῦτο ἑταίρας: τὸ γὰρ κύριον ἦν Οἴα, ὡς Ἀριστοφάνης εἴρηκεν ἐν τῷ περὶ Ἑταιρῶν, Ἀντικύραν αὐτὴν φάσκων κληθῆναι ἤτοι ὅτι συνέπινε παρακινοῦσι καὶ μεμηνόσιν ὅτι αὐτὴν ἀναλαβὼν ἰατρὸς Νικόστρατος [καὶ] ἀποθνῄσκων κατέλιπεν αὐτῇ πολὺν ἐλλέβορον, ἄλλο δὲ οὐδέν. καὶ Λυκοῦργος ἐν τῷ κατὰ Λεωκράτους 17' 'Εἰρηνίδος ἑταίρας μέμνηται ὡς ἑταιρούσης τῷ Λεωκράτει. Ναννίου δὲ Ὑπερείδης μνημονεύει ἐν τῷ κατὰ Πατροκλέους fr. 144 Bl'.' αὕτη δὲ ὅτι Αἲξ ἐπεκαλεῖτο προείπομεν p. 582e',' διὰ τὸ Θαλλὸν τὸν κάπηλον ἐξαναλῶσαι. ὅτι δὲ θαλλῷ χαίρουσιν αἱ αἶγες, διόπερ οὐδ᾽ εἰς ἀκρόπολιν ἄνεισι τὸ ζῷον οὐδ᾽ ὅλως Ἀθηνᾷ θύεται διὰ τοῦτο, ἄλλος ἔσται λόγος. ἀλλ᾽ γε Σοφοκλῆς ἐν Ποιμέσιν ὅτι θαλλοφαγεῖ τὸ ζῷόν φησιν οὕτως fr. 461 N':'
ἑωθινὸς γάρ, πρίν τιν᾽ αὐλιτῶν ὁρᾶν,
θαλλὸν χιμαίρᾳ προσφέρων νεοσπάδα
εἶδον στρατὸν στείχοντα παραλίαν ἄκραν.
μνημονεύει τῆς Ναννίου καὶ Ἄλεξις ἐν Ταραντίνοις οὕτως II 379 K':'
Νάννιον δὲ μαίνεται
ἐπὶ τῷ Διονύσῳ,
κωμῳδῶν αὐτὴν ὡς μέθυσον. Μένανδρος δ᾽ ἐν Ψευδηρακλεῖ φησιν fr. 524 K':'
οὐκ ἐπείρα Νάννιον;
Ἀντιφάνης δὲ ἐν τῷ περὶ ἙταιρῶνΠροσκήνιον, φησίν, ἐπεκαλεῖτο Νάννιον, ὅτι πρόσωπόν τε ἀστεῖον εἶχε καὶ ἐχρῆτο χρυσίοις καὶ ἱματίοις πολυτελέσι, ἐκδῦσα δὲ ἦν αἰσχροτάτη. ἦν δὲ Κορώνης τῆς Ναννίου θυγάτηρ, τὸ τῆς Τήθης ἀναφέρουσα ἐκ τριπορνείας ὄνομα.' καὶ Νεμεάδος δὲ τῆς αὐλητρίδος Ὑπερείδης μνημονεύει ἐν τῷ κατὰ Πατροκλέους fr. 168 Bl'.' περὶ ἧς ἄξιον θαυμάζειν πῶς περιεῖδον Ἀθηναῖοι οὕτως προσαγορευομένην τὴν πόρνην, πανηγύρεως ἐνδοξοτάτης ὀνόματι κεχρημένην: ἐκεκώλυτο γὰρ τὰ τοιαῦτα τίθεσθαι ὀνόματα οὐ μόνον ταῖς ἑταιρούσαις, ἀλλὰ καὶ ταῖς ἄλλαις δούλαις, ὥς φησι Πολέμων ἐν τοῖς περὶ Ἀκροπόλεως fr. 3 Pr'.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: