previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐπικατάφορος δὲ ὢν ποιητὴς οὗτος ἐπὶ τὰ ἄνθη καὶ ἐν Ἀλφεσιβοίᾳ φησίν fr. 1 N':'
καὶ σώματος μὲν ὄψεις κατειργάζετο
στίλβοντα λευκῷ χρώματι διαπρεπῆ.
αἰδὼς δ᾽ ἐπερρύθμιζεν ἠπιώτατον
ἐρύθημα λαμπρῷ προστιθεῖσα χρώματι:
κόμαι δὲ κηροχρῶτος ὡς ἀγάλματος
αὐτοῖσι βοστρύχοισιν ἐκπεπλασμένου
ξουθοῖσιν ἀνέμοις ἐνετρύφων φορούμεναι.
ἐν δὲ τῇ Ἰοῖ ἔαρος τέκνα προσηγόρευε τὰ ἄνθη fr. 9':'
ἀνθηροῦ τέκνα
ἔαρος πέριξ στρώσαντες.
ἐν δὲ Κενταύρῳ, ὅπερ δρᾶμα πολύμετρόν ἐστιν, λειμῶνος τέκνα fr. 10':'
ἔνθ᾽ αἳ μὲν αὐτῶν εἰς ἀπείρονα στρατὸν
ἀνθέων ἄλογχον ἐστράτευσαν, ἡδοναῖς
θηρώμενον ....... τὰ λειμώνων τέκνα.
ἐν δὲ Διονύσῳ fr. 5':'
χορῶν ἐραστὴς κισσός, ἐνιαυτοῦ δὲ παῖς.
περὶ δὲ ῥόδων ἐν Ὀδυσσεῖ φησιν οὕτως fr. 13':'
κόμαισιν Ὡρῶν ὄμματ᾽ εὐανθῆ ῥόδα
εἶχον, τιθήνημ᾽ ἔαρος ἐκπρεπέστατον.
καὶ ἐν Θυέστῃ fr. 8':'
ῥόδ᾽ ὀξυφεγγῆ κρίνεσιν ἀργεννοῖς ὁμοῦ.
ἐν δὲ Μινύαις fr. 12':'
πολλὴν ὀπώραν Κύπριδος εἰσορᾶν παρῆν,
ἄκραισι περκάζουσαν οἰνάνθαις χρόνου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: