τοῦτ᾽ ἔστιν Ἀκαδήμεια, τοῦτο Ξενοκράτης;καὶ Σοφοκλῆς δέ τις ψηφίσματι ἐξήλασε πάντας φιλοσόφους τῆς Ἀττικῆς, καθ᾽ οὗ λόγον ἔγραψε Φίλων ὁ Ἀριστοτέλους γνώριμος, ἀπολογίαν ὑπὲρ τοῦ Σοφοκλέους Δημοχάρους πεποιηκότος ῾p. 341 Tur' 'τοῦ Δημοσθένους ἀνεψιοῦ. καὶ Ῥωμαῖοι δ᾽ οἱ πάντα ἄριστοι ἐξέβαλον τοὺς σοφιστὰς τῆς Ῥώμης ὡς διαφθείροντας τοὺς νέους, ἐπεὶ οὐκ οἶδ᾽ ὅπως κατεδέξαντο. ἐμφανίζει δ᾽ ὑμῶν καὶ τὸ ἀνόητον Ἀνάξιππος ὁ κωμῳδιοποιὸς ἐν Κεραυνουμένῳ λέγων οὕτως ῾III 299 K':'
πόλλ᾽ ἀγαθὰ δοῖεν οἱ θεοὶ Δημητρίῳ
καὶ τοῖς νομοθέταις, διότι τοὺς τὰς τῶν λόγων,
ὥς φασι, δυνάμεις παραδιδόντας τοῖς νέοις
ἐς κόρακας ἐρρίφασιν ἐκ τῆς Ἀττικῆς.
οἴμοι, φιλοσοφεῖς. ἀλλὰ τούς γε φιλοσόφουςεἰκότως οὖν πολλαὶ τῶν πόλεων καὶ μάλιστα ἡ Λακεδαιμονίων, ὡς Χαμαιλέων φησὶν ἐν τῷ περὶ Σιμωνίδου ῾fr. 15 Koepke',' οὐ προσίενται οὔτε <φιλοσοφίαν οὔτε> ῥητορικὴν διὰ τὰς ἐν τοῖς λόγοις ὑμῶν φιλοτιμίας καὶ ἔριδας καὶ τοὺς ἀκαίρους ἐλέγχους: δι᾽ οὓς Σωκράτης μὲν ἀπέθανεν ὁ πρὸς τοὺς εἰς τὰ δικαστήρια ἀποκληρουμένους διαλεγόμενος περὶ τοῦ δικαίου κλεπτιστάτους ὄντας: ἀπέθανεν δὲ διὰ ταῦτα καὶ Θεόδωρος ὁ ἄθεος καὶ Διαγόρας <ἐξεκηρύχθη καὶ Πρωταγόρας> ἐφυγαδεύθη: ὅτε καὶ πλέων ναυαγίῳ ἐχρήσατο: Διότιμος δ᾽ ὁ γράψας τὰ κατ᾽ Ἐπικούρου βιβλία ὑπὸ Ζήνωνος τοῦ Ἐπικουρείου ἐξαιτηθεὶς ἀνῃρέθη, ὥς φησι Δημήτριος ὁ Μάγνης ἐν τοῖς Ὁμωνύμοις.
ἐν τοῖς λόγοις φρονοῦντας εὑρίσκω μόνον,
ἐν τοῖσι δ᾽ ἔργοις ὄντας ἀνοήτους ὁρῶ.