previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἦν γὰρ δή τινα καὶ χωρὶς τῶν ἐμφυσωμένων καὶ χορδαῖς διειλημμένων ἕτερα ψόφου μόνον παρασκευαστικά, καθάπερ τὰ κρέμβαλα. περὶ ὧν φησι Δικαίαρχος ἐν τοῖς περὶ τοῦ τῆς Ἑλλάδος Βίου FHG II 239',' ἐπιχωριάσαι φάσκων ποτὲ καθ᾽ ὑπερβολὴν εἰς τὸ προσορχεῖσθαί τε καὶ προσᾴδειν ταῖς γυναιξὶν ὄργανά τινα ποιά, ὧν ὅτε τις ἅπτοιτο τοῖς δακτύλοις ποιεῖν λιγυρὸν ψόφον: δηλοῦσθαι δὲ ἐν τῷ τῆς Ἀρτέμιδος ᾁσματι c. pop. 3 B4',' οὗ ἐστιν ἀρχή: ‘Ἄρτεμι, σοί μέ τι φρὴν ἐφίμερον ὕμνον υεναιτε ὅθεν αδε τις ἀλλὰ χρυσοφανια κρέμβαλα χαλκοπάραα χερσίν.' Ἕρμιππος δ᾽ ἐν Θεοῖς τὸ τούτοις κρούειν κρεμβαλίζειν εἴρηκεν ἐν τούτοις I 232 K':'
λεπάδας δὲ πετρῶν ἀποκόπτοντες
κρεμβαλίζουσι.
Δίδυμος δέ φησιν p. 250 Schm' 'εἰωθέναι τινὰς ἀντὶ τῆς λύρας κογχύλια καὶ ὄστρακα συγκρούοντας ἔρρυθμον ἦχόν τινα ἀποτελεῖν τοῖς ὀρχουμένοις, καθάπερ καὶ Ἀριστοφάνην ἐν Βατράχοις φάναι 1305'.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: