αἱ δεύτεραί πως φροντίδες σοφώτεραι. —φησὶν ὁ Εὐριπίδης ἐν Κρήσσαις ῾fr. 467 N'.' καὶ ὡς ὁ Εὔβουλος δ᾽ ἐν Ὀλβίᾳ ἔφη ῾II 190 K':'
τί γὰρ ποθεῖ τράπεζα; τῷ δ᾽ οὐ βρίθεται;
πλήρης μὲν ὄψων ποντίων, πάρεισι δὲ
μόσχων τέρειναι σάρκες ἀρνεία τε δαὶς
καὶ πεπτὰ καὶ κροτητὰ τῆς ξουθοπτέρου
πελάνῳ μελίσσης ἀφθόνως δεδευμένα,
ἐν τῷ γὰρ αὐτῷ πάνθ᾽ ὁμοῦ πωλήσεταιμέλλοντος οὖν τοῦ Ποντιανοῦ λέγειν περὶ ἑκάστου τῶν παρακειμένων, ‘οὐ πρότερόν γε, ἔφη ὁ Οὐλπιανός, ἀκουσόμεθα περὶ τούτων, ἕως ἂν περὶ ἐπιδορπισμάτων εἴπῃς.' καὶ ὁ Ποντιανός: ‘τραγήματα Κράτης φησὶ ῾p. 65 W' 'Φιλιππίδην λέγειν ἐν Φιλαργύρῳ οὕτως ῾III 307 K':'
ἐν ταῖς Ἀθήναις, σῦκα, κλητῆρες, βότρυς,
γογγυλίδες, ἄπιοι, μῆλα, μάρτυρες, ῥόδα,
μέσπιλα, χόρια, σχαδόνες, ἐρέβινθοι, δίκαι,
πυός, πυριάτη, μύρτα, κληρωτήρια,
ὑάκινθος, ἄρνες, κλεψύδραι, νόμοι, γραφαί.
πλακοῦντες, ἐπιδορπίσματ᾽, ᾠά, σήσαμα:καὶ Δίφιλος ἐν Τελεσίᾳ ῾II 567':'
ὅλην λέγοντα με ἐπιλείποι τὴν ἡμέραν.
τράγημα, μυρτίδες, πλακοῦς, ἀμύγδαλα.Σώφιλος ἐν Παρακαταθήκῃ ῾II 445':'
Β. ἐγὼ δὲ ταῦθ᾽ ἥδιστά γ᾽ ἐπιδορπίζομαι.
ἡδύ γε μετ᾽ ἀνδρῶν ἐστιν Ἑλλήνων αἰεὶΠλάτων ἐν τῷ Ἀτλαντικῷ μεταδόρπια αὐτὰ καλεῖ ἐν τούτοις ῾Critiae p. 115a':' ‘πάντα τε εὐώδη ἔφερέ που τοῖς κατοικοῦσιν ἡ γῆ, καὶ τὸν ἥμερον δὲ καρπὸν πλεῖστον ἔφερεν καὶ ἀκροδρύων πλῆθος καὶ ὅσα παραμύθια ἡδονῆς μεταδόρπια.'
συνάγειν: τὸ πρᾶγμα χάριεν. ‘οὐχὶ δώδεκα
κυάθουσ᾽, ἀνεβόησέν τις, ‘ὑποχεῖς; κωμάσαι
πρὸς τὴν Ταναγρικὴν δεῖ γάρ, ἵν᾽ ἐκεῖ κατακλιθεὶς
ἐπιδορπίσηται τὰς ὀνείας ματτύας.'