previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

γίνεται δὲ μύρα κάλλιστα κατὰ τόπους, ὡς Ἀπολλώνιός φησιν Ἡροφίλειος ἐν τῷ περὶ Μύρων γράφων οὕτως: ‘ἶρις μὲν ἐν Ἤλιδι χρηστοτάτη καὶ ἐν Κυζίκῳ: ῥόδινον δὲ κράτιστον ἐν Φασήλιδι, καὶ τὸ ἐκ Νέας δὲ πόλεως καὶ Καπύης: κρόκινον δ᾽ ἐν Σόλοις τῆς Κιλικίας καὶ ἐν Ῥόδῳ: νάρδινον δὲ τὸ ἐν Τάρσῳ: οἰνάνθη δὲ Κυπρία καὶ Ἀδραμυττηνή: ἀμαράκινον Κῷον καὶ μήλινον. κύπρινον δὲ προκέκριται τὸ ἐν Αἰγύπτῳ, δευτερεῦον δ᾽ ἐστὶ τὸ Κυπριακὸν καὶ τὸ ἐν Φοινίκῃ καὶ ταύτης τὸ ἀπὸ Σιδῶνος. τὸ δὲ παναθηναικὸν λεγόμενον ἐν Ἀθήναις: τὸ δὲ μετώπιον καὶ Μενδήσιον κάλλιστα ἐν Αἰγύπτῳ σκευάζεται: σκευάζεται δὲ τὸ μετώπιον ἐξ ἐλαίου τοῦ ἀπὸ τῶν πικρῶν καρύων. οἱ δὲ χορηγοῦντες, φησί, καὶ ὕλη καὶ οἱ τεχνῖται τὸ χρηστότατον ποιοῦσι μύρον, ἀλλ᾽ οὐχ οἱ τόποι. Ἔφεσός γέ τοι πρότερον, φησί, τοῖς μύροις διέφερεν καὶ μάλιστα [ἐν] τῷ μεγαλλείῳ, νῦν δὲ οὔ. ἤκμαζε δὲ καὶ τὰ ἐν Ἀλεξανδρείᾳ διὰ πλοῦτον καὶ διὰ τὴν Ἀρσινόης καὶ Βερενίκης σπουδήν. ἐγίνετο δὲ καὶ ἐν Κυρήνῃ ῥόδινον χρηστότατον καθ᾽ ὃν χρόνον ἔζη Βερενίκη μεγάλη. οἰνάνθινον δὲ ἐν Ἀδραμυττίῳ πάλαι μὲν μέτριον, ὕστερον δὲ πρῶτον διὰ Στρατονίκην τὴν Εὐμένους. δὲ Συρία τὸ παλαιὸν χρηστὰ πάντα παρείχετο, μάλιστα δὲ τὸ τήλινον, νῦν δὲ οὔ. ἐν δὲ Περγάμῳ πρότερον μὲν ἐξόχως, νῦν δὲ οὔ, μυρεψοῦ τινος ἐκπονήσαντος τὸ παρ᾽ οὐδενί πω γεγονὸς ἐσκευάζετο λιβανώτινον μύρον. μύρον δὲ χρηστὸν μύρῳ εὐτελεῖ ἐπιχεόμενον ἐπιπολῆς μένει: μέλι δὲ χρηστὸν χείρονι ἐπιχεόμενον εἰς τὸ κάτω βιάζεται: λαμβάνει γὰρ αὑτοῦ καθύπερθεν τὸ ἧττον.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: