previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τράπεζαι ἐλεφαντόποδες τῶν ἐπιθημάτων ἐκ τῆς καλουμένης σφενδάμνου πεποιημένων. Κρατῖνος I 100 K':'
γαυριῶσαι δ᾽ ἀναμένουσιν ὧδ᾽ ἐπηγλαισμέναι
μείρακες φαιδραὶ τράπεζαι τρισκελεῖς σφενδάμνιναι.
εἰπόντος τινὸς κυνικοῦ τρίποδα τὴν τράπεζαν
δυσχεραίνει παρὰ τῷ σοφιστῇ Οὐλπιανὸς καὶ λέγει: ‘τήμερον ἐγὼπράγματα ἕξω ἐξ ἀπραξίας.' πόθεν γὰρ τούτῳ τρίπους; εἰ μὴ τὴν Διογένους βακτηρίαν σὺν καὶ τὼ πόδε ἀριθμῶν οὗτος τρίποδα προσηγόρευσε, πάντων τραπέζας καλούντων τὰς παραθέσεις ταύτας.'

ὅτι Ἡσίοδος ἐν Κήυκος γάμῳ fr. 177 Rz'—᾽κἂν γὰρ γραμματικῶν παῖδες ἀποξενῶσι τοῦ ποιητοῦ τὰ ἔπη ταῦτα, ἀλλ᾽ ἐμοὶ δοκεῖ ἀρχαῖα εἶναιτρίποδας τὰς τραπέζας φησί. καὶ Ξενοφῶν δ᾽ μουσικώτατος ἐν ζ# Ἀναβάσεως γράφει c. 3, 21':' ‘τρίποδες εἰσηνέχθησαν πᾶσιν: οὗτοι δὲ ὅσον εἴκοσι κρεῶν μεστοὶ νενεμημένων.' καὶ ἐπάγει: ‘μάλιστα δ᾽ αἱ τράπεζαι κατὰ τοὺς ξένους ἀεὶ ἐτίθεντο.' Ἀντιφάνης II 127 K':'

ἐπεὶ δ᾽ τρίπους ἤρθη κατὰ χειρῶν τ᾽ εἴχομεν.
Εὔβουλος II 208 K' '
τρίποδες οὗτοι πέντε σοι
καὶ πέντεΒ. πεντηκοστολόγος γενήσομαι.
Ἐπίχαρμος p. 262 L':'
τί δὲ τόδ᾽ ἐστί; Β. δηλαδὴ τρίπους. Α. τί μὰν
ἔχει πόδας
τέτορας; οὔκ ἐστιν τρίπους, ἀλλ᾽ <ἐστὶν> οἶμαι
τετράπους.
Β. ἐστὶ δ᾽ ὄνομ᾽ αὐτῷ τρίπους, τέτοράς γε μὰν
ἔχει πόδας.
Α. Οἰδίπους τοίνυν ποτ᾽ ἦν, αἴνιγμά τοι νοεῖς.
Ἀριστοφάνης I 526 K':'
τράπεζαν ἡμῖν <εἴς>φερε
τρεῖς πόδας ἔχουσαν, τέσσαρας δὲ μὴ 'χέτω.
Β. καὶ πόθεν ἐγὼ τρίπουν τράπεζαν λήψομαι;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: