previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΣΥΚΑΜΙΝΑ. ὅτι πάντων ἁπλῶς οὕτω καλούντων αὐτὰ Ἀλεξανδρεῖς μόνοι μόρα ὀνομάζουσι. συκάμινα δὲ οὐ τὰ ἀπὸ τῆς Αἰγυπτίας συκῆς, τινες συκόμορα λέγουσιν. ἅπερ οἱ ἐπιχώριοι ἐπὶ βραχὺ κνίσαντες σιδηρίῳ ἐῶσιν ἐπὶ τοῦ φυτοῦ: καὶ ὑπὸ τοῦ ἀνέμου κινούμενα ἐντὸς ἡμερῶν τριῶν οὕτω πέπονα καὶ εὐώδη γίνονται, μάλιστα δὲ ζεφύρων πνευσάντων, καὶ ἐδώδιμα ὡς <διὰ> τὸ ἐν αὐτοῖς ἠρέμα ψυχρὸν καὶ τοῖς πυρεταίνουσι μετὰ ῥοδίνου ἐλαίου καταπλαττόμενα ἐπὶ τοῦ στομάχου ἐπιτίθεσθαι καὶ οὐκ ὀλίγα παρηγορεῖσθαι τοὺς νοσοῦντας. φέρει δὲ τὸν καρπὸν τοῦτον Αἰγυπτία συκάμινος ἀπὸ τοῦ ξύλου καὶ οὐκ ἀπὸ τῶν ἐπικαρπίων. μόρα δὲ τὰ συκάμινα καὶ παρ᾽ Αἰσχύλῳ ἐν Φρυξὶν ἐπὶ τοῦ Ἕκτορος fr. 257 N':'
ἀνὴρ δ᾽ ἐκεῖνος ἦν πεπαίτερος μόρων.
ἐν δὲ Κρήσσαις καὶ κατὰ τῆς βάτου fr. 111':'
λευκοῖς τε γὰρ μόροισι καὶ μελαγχίμοις
καὶ μιλτοπρέπτοις βρίθεται ταὐτοῦ χρόνου.
Σοφοκλῆς fr. 362':'
πρῶτον μὲν ὄψει λευκὸν ἀνθοῦντα στάχυν,
ἔπειτα φοινίξαντα γογγύλον μόρον.
καὶ Νίκανδρος δὲ ἐν Γεωργικοῖς fr. 75 Schn' 'ἐμφανίζει καὶ ὅτι πρότερον τῶν ἄλλων ἀκροδρύων φαίνεται μορέην τε καλεῖ τὸ δένδρον ἀεί, ὡς καὶ οἱ Ἀλεξανδρεῖς:
καὶ μορέης, παισὶ πέλει μείλιγμα νέοισι,
πρῶτον ἀπαγγέλλουσα βροτοῖς ἡδεῖαν ὀπώρην.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: