previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὅτι περὶ τῆς προφορᾶς τοῦ τόνου τῆς ἀμυγδάλης Πάμφιλος μὲν ἀξιοῖ ἐπὶ τοῦ καρποῦ βαρύνειν ὁμοίως τῷ ἀμυγδάλῳ: τὸ μέντοι δένδρον θέλει περισπᾶν, ἀμυγδαλῆ καὶ ῥοδῆ. καὶ Ἀρχίλοχος fr. 29 B4':'
ῥοδῆς τε καλὸν ἄνθος.
Ἀρίσταρχος δὲ καὶ τὸν καρπὸν καὶ τὸ δένδρον ὁμοίως προφέρεται κατ᾽ ὀξεῖαν τάσιν. Φιλόξενος δ᾽ ἀμφότερον περισπᾷ. Εὔπολις I 274 K':'
... ἀπολεῖς με, ναὶ μὰ τὴν ἀμυγδαλῆν.
Ἀριστοφάνης I 542 K':'
ἄγε νυν τὰς ἀμυγδαλᾶς λαβὼν
τασδὶ κάταξον τῇ κεφαλῇ σαυτοῦ [λίθῳ].
Φρύνιχος I 386 K':'
ἀμυγδαλῆ τῆς βηχὸς ἀγαθὸν φάρμακον.
ἄλλοι δὲ ἀμυγδαλὰς ὡς καλάς. Τρύφων δὲ ἐν Ἀττικῇ προσῳδίᾳ fr. 13 V' 'ἀμυγδάλην μὲν τὸν καρπὸν βαρέως, ὃν ἡμεῖς οὐδετέρως ἀμύγδαλον λέγομεν, ἀμυγδαλᾶς δὲ τὰ δένδρα, κτητικοῦ παρὰ τὸν καρπὸν ὄντος τοῦ χαρακτῆρος καὶ διὰ τοῦτο περισπωμένου.

ὅτι Πάμφιλος ἐν Γλώσσαις μουκηροβαγόν φησι καλεῖσθαι τὸν καρυοκατάκτην ὑπὸ τῶν Λακώνων ἀντὶ τοῦ ἀμυγδαλοκατάκτην: μουκήρους γὰρ Λάκωνες καλοῦσι τὰ ἀμύγδαλα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: