previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Θεόφραστος δέ φησι h. pl. 7, 4, 6' 'σικυῶν τρία εἶναι γένη, Λακωνικόν, Σκυταλίαν, Βοιώτιον. καὶ τούτων τὸν μὲν Λακωνικὸν ὑδρευόμενον βελτίω γίνεσθαι, τοὺς δ᾽ ἄλλους ἀνύδρους. ‘γίνονται δέ, φησί, καὶ εὐχυλότεροι οἱ σικυοί, ἐὰν τὸ σπέρμα ἐν γάλακτι βραχὲν σπαρῇ ἐν μελικράτῳ.' ἱστορεῖ δὲ ταῦτα ἐν φυτικοῖς αἰτίοις 2, 14, 3':' θᾶττον h. pl. 7, 1, 6' 'αὔξεσθαι, κἂν ἐν ὕδατι κἂν ἐν γάλακτι πρότερον εἰς τὴν γῆν κατατεθῆναι βραχῇ. Εὐθύδημος δ᾽ ἐν τῷ περὶ λαχάνων εἶδος σικυῶν εἶναι τοὺς προσαγορευομένους δρακοντίας. ὠνομάσθαι δὲ σικυούς φησι Δημήτριος Ἰξίων ἐν πρώτῃ Ἐτυμολογουμένων ἀπὸ τοῦ σεύεσθαι καὶ κίειν: ὁρμητικὸν γὰρ ὑπάρχειν. Ἡρακλείδης δ᾽ Ταραντῖνος ἐν τῷ Συμποσίῳ ἡδύγαιον καλεῖ τὸν σικυόν. Διοκλῆς δ᾽ Καρύστιος τὸν σικυόν φησι μετὰ σίων ἐν πρώτοις λαμβανόμενον ἐνοχλεῖν: φέρεσθαι γὰρ ἄνω καθάπερ τὴν ῥάφανον: τελευταῖον δὲ λαμβανόμενον ἀλυπότερον εἶναι καὶ εὐπεπτότερον: ἑφθὸν δὲ καὶ διουρητικὸν μετρίως ὑπάρχειν. Δίφιλος δέ φησιν: ‘ σικυὸς ψυκτικὸς ὑπάρχων δυσοικονόμητός ἐστι καὶ δυσυποβίβαστος, ἔτι δὲ φρικοποιὸς καὶ γεννητικὸς χολῆς ἀφροδισίων τε ἐφεκτικός.' αὔξονται δ᾽ ἐν τοῖς κήποις οἱ σικυοὶ κατὰ τὰς πανσελήνους καὶ φανερὰν ἴσχουσι τὴν ἐπίδοσιν, καθάπερ καὶ οἱ θαλάττιοι ἐχῖνοι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: