previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐκάλουν δέ, φησί, καὶ τοὺς προγεύστας ἐδεάτρους, ὅτι προήσθιον τῶν βασιλέων πρὸς ἀσφάλειαν. νῦν δὲ ἐδέατρος ἐπιστάτης γέγονε τῆς ὅλης διακονίας. ἦν δ᾽ ἐπιφανὴς καὶ ἔντιμος χρεία. Χάρης γοῦν ἐν τῇ γ# τῶν ἱστοριῶν p. 116 M' 'Πτολεμαῖόν φησι τὸν Σωτῆρα ἐδέατρον ἀποδειχθῆναι Ἀλεξάνδρου. μήποτε δὲ καὶ ὃν νῦν καλοῦσι Ῥωμαῖοι προγεύστην τότε οἱ Ἕλληνες προτένθην ὠνόμαζον, ὡς Ἀριστοφάνης ἐν προτέραις Νεφέλαις 1196' 'διὰ τούτων:
ΣΤΡ. πῶς οὐ δέχονται δῆτα τῇ νουμηνίᾳ
ἁρχαὶ τὰ πρυτανεῖ᾽, ἀλλ᾽ ἕνῃ τε καὶ νέᾳ;
ΦΕΙΔ. ὅπερ οἱ προτένθαι γὰρ δοκοῦσιν μοι παθεῖν:
ἵν᾽ ὡς τάχιστα τὰ πρυτανεῖ᾽ ὑφελοίατο,
διὰ τοῦτο προὐτένθευσαν ἡμέρᾳ μιᾷ.
μνημονεύει αὐτῶν καὶ Φερεκράτης ἐν Ἀγρίοις I 147 K':'
μὴ θαυμάσῃς:
τῶν γὰρ προτενθῶν ἐσμέν, ἀλλ᾽ οὐκ οἶσθα σύ.
καὶ Φιλύλλιος ἐν Ἡρακλεῖ ib. 784':'
βούλεσθε δῆτ᾽ ἐγὼ φράσω τίς εἰμ᾽ ἐγώ;
τῶν προτενθῶν Δορπία καλουμένη.
εὑρίσκω δὲ καὶ ψήφισμα ἐπὶ Κηφισοδώρου ἄρχοντος Ἀθήνησι γενόμενον, ἐν ὥσπερ τι σύστημα οἱ προτένθαι εἰσί, καθάπερ καὶ οἱ παράσιτοι ὀνομαζόμενοι, ἔχον οὕτως: ‘Φῶκος εἶπεν: ὅπως ἂν βουλὴ ἄγῃ τὰ Ἀπατούρια μετὰ τῶν ἄλλων Ἀθηναίων κατὰ τὰ πάτρια, ἐψηφίσθαι τῇ βουλῇ ἀφεῖσθαι τοὺς βουλευτὰς τὰς ἡμέρας ἅσπερ καὶ αἱ ἄλλαι ἀρχαὶ αἱ ἀφεταὶ ἀπὸ τῆς ἡμέρας ἧς οἱ προτένθαι ἄγουσι πέντε ἡμέρας.' ὅτι δ᾽ εἶχον οἱ ἀρχαῖοι καὶ τοὺς προγεύστας καλουμένους Ξενοφῶν ἐν τῷ ἐπιγραφομένῳ Ἱέρωνι τυραννικῷ φησιν 4, 2':' ‘ τύραννος οὐδὲ σιτίοις καὶ ποτοῖς πιστεύων διάγει, ἀλλὰ καὶ τούτων ἀντὶ τοῦ ἀπάρχεσθαι θεοῖς τοῖς διακονοῦσι πρῶτον κελεύουσιν ἀπογεύεσθαι διὰ τὸ ἀπιστεῖν μὴ καὶ ἐν τούτοις κακόν τι φάγωσιν πίωσιν.' Ἀναξίλας δ᾽ ἐν Καλυψοῖ φησιν II 266 K':'
προγεύσεταί σοι πρῶτον γραῦς τοῦ ποτοῦ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: