οὔτε τοῦ Σιδωνίου νάβλακαὶ ἐν Μυστάκου δὲ θητίῳ φησί:
λαρυγγόφωνος ἐκκεχόρδωται τύπος.
νάβλας ἐν ἄρθροις γραμμάτων οὐκ εὐμελής,Φιλήμων ἐν Μοιχῷ ῾II 489 K':'
ᾧ λωτὸς ἐν πλευροῖσιν ἄψυχος παγεὶς
ἔμπνουν ἀνίει μοῦσαν. ἐγρέτου δέ τις
τὸν ἡδονῆς μελῳδὸν εὐάζων χορόν.
ἔδει παρεῖναι, Παρμένων, αὐλητρίδ᾽ ἢκαὶ τὸ τρίγωνον δὲ καλούμενον ὄργανον Ἰόβας ἐν τετάρτῳ θεατρικῆς ἱστορίας ῾FHG III 481' 'Σύρων εὕρημά φησιν εἶναι, ὡς καὶ τὸν καλούμενον λυροφοίνικα .... σαμβύκην. τοῦτο δὲ τὸ ὄργανον Νεάνθης ὁ Κυζικηνὸς ἐν α# Ὥρων ῾FHG III 3' 'εὕρημα εἶναι λέγει Ἰβύκου τοῦ Ῥηγίνου ποιητοῦ, ὡς καὶ Ἀνακρέοντος τὸ βάρβιτον. ἐπεὶ δὲ ἡμῶν τῶν Ἀλεξανδρέων κατατρέχεις ὡς ἀμούσων καὶ τὸν μόναυλον συνεχῶς ὀνομάζεις ἐπιχωριάζοντα παρ᾽ ἡμῖν, ἄκουε καὶ περὶ αὐτοῦ ἃ νῦν ἔχω σοι λέγειν ἐν προχείρῳ.
νάβλαν τιν᾽. Β. ὁ δὲ νάβλας τί ἐστιν; ...
Α. .... οὐκ οἶδας, ἐμβρόντητε σύ;
Β. μὰ Δία. Α. τί φής; οὐκ οἶσθα νάβλαν; οὐδὲν οὖν
οἶσθ᾽ ἀγαθόν. οὐδὲ σαμβυκίστριαν;