previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐστὶν δ᾽ σκινδαψὸς τετράχορδον ὄργανον, ὡς παρῳδός φησι Μάτρων ἐν τούτοις:
οὐδ᾽ ἀπὸ πασσαλόφιν κρέμασαν, ὅθι περ τετάνυστο
σκινδαψὸς τετράχορδος ἀνηλακάτοιο γυναικός.
μνημονεύει αὐτοῦ καὶ Θεόπομπος Κολοφώνιος ἐποποιὸς ἐν τῷ ἐπιγραφομένῳ Ἁρματίῳ:
σκινδαψὸν λυρόεντα μέγαν χείρεσσι τινάσσων,
οἰσύινον προμάλοιο τετυγμένον αἰζήεντος:
καὶ Ἀναξίλας ἐν Λυροποιῷ II 267 K':'
ἐγὼ δὲ βαρβίτους τριχόρδους, πηκτίδας,
κιθάρας, λύρας, σκινδαψοὺς ἐξηρτυόμαν.
Σώπατρος δ᾽ παρῳδὸς ἐν τῷ ἐπιγραφομένῳ Μυστά<κου θητίῳ> δίχορδον εἶναί φησι τὴν πηκτίδα λέγων οὕτως:
πηκτὶς δὲ Μούσῃ γαυριῶσα βαρβάρῳ
δίχορδος εἰς σὴν χεῖρά πως κατεστάθη.
τῶν δὲ παριαμβίδων Ἐπίχαρμος ἐν Περιάλλῳ μνημονεύει οὕτως p. 249 L':'
Σεμέλα δὲ χορεύει:
καὶ ὑπᾴδει σφιν σοφὸς κιθάρᾳ παριαμβίδας: δὲ
γεγάθει
πυκινῶν κρεγμῶν ἀκροαζομένα.
τὸ δὲ ψαλτήριον, ὥς φησιν Ἰόβας, Ἀλέξανδρος Κυθήριος συνεπλήρωσε χορδαῖς καὶ ἐγγηράσας τῇ Ἐφεσίων πόλει ὡς σοφώτατον τῆς ἑαυτοῦ τέχνης τουτὶ τὸ εὕρημα ἀνέθηκε ἐν Ἀρτέμιδος. μνημονεύει δ᾽ Ἰόβας καὶ τοῦ λυροφοίνικος καὶ τοῦ ἐπιγονείου, νῦν εἰς ψαλτήριον ὄρθιον μετασχηματισθὲν διασῴζει τὴν τοῦ χρησαμένου προσηγορίαν. ἦν δ᾽ Ἐπίγονος φύσει μὲν Ἀμβρακιώτης, δημοποίητος δὲ Σικυώνιος: μουσικώτατος δ᾽ ὢν κατὰ χεῖρα δίχα πλήκτρου ἔψαλλεν. πάντων οὖν τούτων τῶν προειρημένων ὀργάνων καὶ αὐλῶν ἐμπείρως ἔχουσι καὶ τεχνικῶς Ἀλεξανδρεῖς, καὶ ἐν οἷς ἄν μου θέλῃς ἀποπειραθῆναι ἐπιδείξομαί σοι ἐγὼ αὐτός, πολλῶν ἄλλων μουσικωτέρων μου ἐν τῇ πατρίδι ὑπαρχόντων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: