previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

παρὰ δ᾽ Ὁμήρῳ ἐν τῷ τοῦ Μενελάου συμποσίῳ προβάλλουσιν ἀλλήλοις ὥσπερ ἐν διατριβῇ ζητήματα καὶ πολιτικῶς ὁμιλοῦντες τέρπουσιν ἀλλήλους καὶ ἡμᾶς. γοῦν Μενέλαος παραγενομένων ἐκ τοῦ λουτρῶνος τῶν περὶ τὸν Τηλέμαχον καὶ τῶν περὶ τὴν ἐδωδὴν παρατεθέντων παρακαλεῖ μεταλαμβάνειν λέγων τάδε:

σίτου δ᾽ ἅπτεσθον καὶ χαίρετον, αὐτὰρ ἔπειτα
δείπνου παυσαμένω εἰρησόμεθ᾽ οἵτινες ἐστόν.

ἔπειτα προσεπιδίδωσι τῶν παρακειμένων αὐτῷ φιλανθρωπευόμενος 65':'
ὣς φάτο καί σφιν νῶτα βοὸς παρὰ πίονα θῆκεν
ὄπτ᾽ ἐν χερσὶν ἑλών, τά ῥά οἱ γέρα πάρθεσαν αὐτῷ.
φαγόντες δ᾽ ἐκεῖνοι μετὰ σιωπῆς, ὡς πρέπει νέοις, ἀλλήλοις ὁμιλοῦσιν ἠρέμα προσκύψαντες οὐ περὶ ἐδεσμάτων, φησίν, οὐδὲ <τῶν> θεραπαινῶν τοῦ κεκληκότος ὑφ᾽ ὧν ἐλούσαντο, περὶ δὲ τῶν κτημάτων τοῦ ὑποδεξαμένου 74':'
Ζηνός που τοιαῦτα δόμοις ἐν κτήματα κεῖται.
βέλτιον γὰρ οὕτως φησὶν Σέλευκος γράφεσθαι. Ἀρίσταρχος δὲ οὐ δεόντως γράφει:
Ζηνός που τοιήδε γ᾽ Ὀλυμπίου ἔνδοθεν αὐλή.
οὐ γὰρ τῆς οἰκίας τὸ κάλλος μόνον ἀποθαυμάζουσι. πῶς γὰρ ἤλεκτρον καὶ ἄργυρος καὶ ἐλέφας ἐν τοῖς τοίχοις ἦν; ἀλλὰ τὰ μὲν περὶ τοῦ οἴκου εἰρήκασιν, ὥς ἐστιδώματα ἠχήεντα᾽ 72'.' τοιαῦτα γὰρ δὴ τὰ ὑψόροφα καὶ μεγάλα. περὶ δὲ τῶν σκευῶν τὸ 73' '
χρυσοῦ τ᾽ ἠλέκτρου τε καὶ ἀργύρου ἠδ᾽ ἐλέφαντος.
οἷς εἰκότως ἐπιφέρεται:
Ζηνός που τοιαῦτα δόμοις ἐν κτήματα κεῖται,
ὅσσα τάδ᾽ ἄσπετα πολλά: σέβας μ᾽ ἔχει εἰσορόωντα.
οὐκ ἐστὶν δ᾽ ἀκόλουθον τῷ
Ζηνός που τοιήδε γ᾽ Ὀλυμπίου ἔνδοθεν αὐλὴ
ἐπιφέρειν
ὅσσα τάδ᾽ ἄσπετα πολλά,
σόλοικον ὂν τῷ ἀσυνήθει τῆς ἀναγνώσεως.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
hide References (1 total)
  • Cross-references from this page (1):
    • Homer, Odyssey, 4.60
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: