previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἔτι τοίνυν οὐδ᾽ αὐλὴ ἁρμόττει ἐπὶ τοῦ οἴκου. γὰρ διαπνεόμενος τόπος αὐλὴ λέγεται, καὶ διαυλωνίζειν φαμὲν τὸ δεχόμενον ἐξ ἑκατέρου πνεῦμα χωρίον. ἔτι δὲ αὐλὸς μὲν τὸ ὄργανον, ὅτι διέρχεται τὸ πνεῦμα, καὶ πᾶν τὸ διατεταμένον εἰς εὐθύτητα σχῆμα αὐλὸν καλοῦμεν ὥσπερ τὸ στάδιον καὶ τὸν κρουνὸν τοῦ αἵματος:

αὐτίκα δ᾽ αὐλὸς ἀνὰ ῥῖνας παχὺς ἦλθε,

καὶ τὴν περικεφαλαίαν ὅταν ἐκ τοῦ μέσου πρὸς ὀρθὸν ἀνατείνῃ αὐλῶπιν. λέγονται δὲ Ἀθήνησι καὶ ἱεροί τινες αὐλῶνες, ὧν μέμνηται Φιλόχορος ἐν τῇ ἐνάτῃ FHG I 409'.' καλοῦσι δ᾽ ἀρσενικῶς τοὺς αὐλῶνας, ὥσπερ Θουκυδίδης ἐν τῇ δ# c. 103' 'καὶ πάντες οἱ καταλογάδην συγγραφεῖς, οἱ δὲ ποιηταὶ θηλυκῶς. Καρκίνος μὲν Ἀχιλλεῖ p. 619 N':'
βαθεῖαν εἰς αὐλῶνα περίδρομον στρατοῦ.
καὶ Σοφοκλῆς Σκύθαις fr. 503':'
κρημνούς τε καὶ σήραγγας ἠδ᾽ ἐπακτίας
αὐλῶνας.
ἐκδεκτέον οὖν καὶ τὸ παρὰ Ἐρατοσθένει ἐν τῷ Ἑρμῇ θηλυκῶς εἰρῆσθαι fr. 8 Hi' '‘βαθὺς διαφύεται αὐλών᾽ ἀντὶ τοῦ βαθεῖα, καθάπερ λέγεταιθῆλυς ἐέρση᾽ Hes. sc. 395'.' πᾶν οὖν τὸ τοιοῦτον αὐλή τε καὶ αὐλὼν λέγεται. νῦν δὲ τὰ βασίλεια λέγουσιν αὐλάς, ὥσπερ Μένανδρος IV 307 M':'
αὐλὰς θεραπεύειν καὶ σατράπας.
καὶ Δίφιλος II 572 K':'
αὐλὰς θεραπεύειν δ᾽ ἐστίν, ὡς ἐμοὶ δοκεῖ,
φυγάδος πεινῶντος μαστιγίου,
ἤτοι διὰ τὸ μεγάλους ἔχειν τοὺς πρὸ τῶν οἴκων ὑπαιθρίους τόπους τῷ παραυλίζεσθαι καὶ παρακοιμᾶσθαι τοὺς δορυφόρους τοῖς βασιλείοις. Ὅμηρος δὲ τὴν αὐλὴν ἀεὶ τάττει ἐπὶ τῶν ὑπαίθρων τόπων, ἔνθα ἦν τοῦ ἑρκείου Ζηνὸς βωμός. μέντοι γε Πηλεὺς καταλαμβάνεται

αὐλῆς ἐν χόρτῳ: ἔχε δὲ χρύσειον ἄλεισον,
σπένδων αἴθοπα οἶνον ἐπ᾽ αἰθομένοισ᾽ ἱεροῖσι:

δὲ Πρίαμος

αὐλῆς ἐν χόρτοισι κυλινδόμενος κατὰ κόπρον.

καὶ Ὀδυσσεὺς προστάττει τοῖς περὶ τὸν Φήμιον Od. 23.375':'
ἀλλ᾽ ἐξελθόντες μεγάρων εὖ ναιεταόντων
ἐκ φόνου εἰς αὐλήν.
ὅτι δὲ ὁμοῦ τόν τε οἶκον καὶ τὰ κτήματα ἐπῄνεσεν Τηλέμαχος ἐμφανίζει Μενέλαος:

τέκνα φίλ᾽, ἦτοι Ζηνὶ βροτῶν οὐκ ἄν τις ἐρίζοι:
ἀθάνατοι γὰρ τοῦ γε δόμοι καὶ κτήματ᾽ ἔασιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
hide References (5 total)
  • Cross-references from this page (5):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: