previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀλλὰ γὰρ ἐπανιτέον ἐπὶ τὸ συμπόσιον, ἐν Ὅμηρος ἐπιδεξίως ἀφορμὴν εὗρεν λόγων, ὥστε <κτήμασιν> κτῆσιν συγκρῖναι φίλου. οὐ γὰρ ὡς πρόβλημα προτείνει, ἀλλ᾽ ἐπιχαρίτως παρείρας Μενέλαος, ἐπειδὴ ἤκουσε τῶν ἐπαίνων, τὸ μὲν εἶναι πλούσιος οὐκ ἀρνεῖται: κἀνταῦθα δὲ περιελὼν τὸν φθόνονπολλὰ γάρ φησιν παθὼν᾽ ἔχειν αὐτόν. οὐ μέντοι γε ἀξιοῖ ἑαυτὸν θεοῖς συγκρίνειν:
ἀθάνατοι γὰρ τοῦ γε δόμοι καὶ κτήματ᾽ ἔασιν.
ἐνδειξάμενος δὲ φιλάδελφον ἦθος καὶ μετ᾽ ἀνάγκης φήσας ζῆν τε καὶ πλουτεῖν ἀντιπαρέθηκε τὸν τῆς φιλίας λόγον 97':'
ὧν ὄφελον τριτάτην περ ἔχων ἐν δώμασι μοῖραν
ναίειν, οἱ δ᾽ ἄνδρες σόοι ἔμμεναι οἳ τότ᾽ ὄλοντο
Τροίῃ ἐν εὐρείῃ ἑκὰς Ἄργεος ἱπποβότοιο.
τίς ἂν οὖν τῶν ἐκγόνων ἐκείνων τῶν ὑπὲρ τοῦ τοιούτου τεθνηκότων οὐκ ἂν κατ᾽ ἀξίαν δόξειεν τὴν ἐπὶ τῇ στερήσει τοῦ πατρὸς λύπην τῇ τοῦ πατρὸς εὐχαρίστῳ μνήμῃ διορθουμένην; ὅπως δὲ μὴ δόξῃ κοινὸς εἶναι πρὸς πάντας τοὺς παραπλησίως αὐτῷ τὴν εὔνοιαν ἐνδεδειγμένους, ἐπήνεγκεν 104':'
τῶν πάντων οὐ τόσσον ὀδύρομαι ἀχνύμενός περ,
ὡς ἑνὸς ὅστε μοι ὕπνον ἀπεχθαίρει καὶ ἐδωδήν.
ἵνα δὲ μὴ φαίνηται μηδενὸς τῶν ἐκείνου παραμελῶν ἐμνήσθη κατ᾽ ὄνομα 110':'
ὀδύρονται νύ που αὐτὸν
Λαέρτης θ᾽ γέρων καὶ ἐχέφρων Πηνελόπεια
Τηλέμαχός θ᾽, ὃν ἔλειπε νέον γεγαῶτ᾽ ἐνὶ οἴκῳ.
τοῦ δὲ δακρύσαντος πρὸς τὴν μνήμην μὲν ἐφίστησι κἀν τοσούτῳ <.... τῇ> τῆς Ἑλένης ἐπεισόδῳ κἀκείνης ἐκ τῆς ὁμοιότητος τεκμηραμένηςπάνυ γὰρ αἱ γυναῖκες διὰ τὸ παρατηρεῖσθαι τὴν ἀλλήλων σωφροσύνην δειναὶ τὰς ὁμοιότητας τῶν παίδων πρὸς τοὺς γονέας ἐλέγξαιπαρεμβάλλοντός τινα λόγον καὶ τοῦ Πεισιστράτουχρὴ γὰρ καὶ τοῦτον μὴ παρεῖναι δορυφορήματος τρόπονκαὶ διαλεχθέντος εὐσχημόνως περὶ τῆς αἰδοῦς τοῦ Τηλεμάχου, πάλιν ἐπιβάλλει Μενέλαος περὶ τῆς τοῦ Ὀδυσσέως φιλίας ὅτι μετὰ μόνου καταγηράναι μάλιστ᾽ ἂν ἤθελεν ἐκείνου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: