previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

εἴη οὖν ἂν τοῦ προειρημένου μειρακίου κόλαξ μαλακοκόλαξ, ὥς φησιν Κλέαρχος 1. s.':' πρὸς γὰρ τῷ τοιούτῳ κολακεύειν καὶ τὸ σχῆμα τῶν κολακευομένων ἐπακολουθῶν ἀποπλάττεται παραγκωνίζων καὶ σπαργανῶν ἑαυτὸν τοῖς τριβωναρίοις. ὅθεν αὐτὸν οἳ μὲν παραγκωνιστήν, οἳ δὲ σχηματοθήκην καλοῦσι. κατ᾽ ἀλήθειαν γὰρ κόλαξ ἔοικεν εἶναι τῷ Πρωτεῖ αὐτός. γίγνεται γοῦν παντοδαπὸς οὐ μόνον κατὰ τὴν μορφήν, ἀλλὰ καὶ κατὰ τοὺς λόγους: οὕτω ποικιλόφωνός τις ἐστίν. Ἀνδροκύδης δ᾽ ἰατρὸς ἔλεγε τὴν κολακείαν ἔχειν τὴν ἐπωνυμίαν ἀπὸ τοῦ προσκολλᾶσθαι ταῖς ὁμιλίαις: ἐμοὶ δὲ δοκεῖ διὰ τὴν εὐχέρειαν ὅτι πάντα ὑποδύεται, ὡς δή τις ὑποστατικὸς νωταγωγῶν τῷ τῆς ψυχῆς ἤθει καὶ οὐ βαρυνόμενος οὐδενὶ τῶν αἰσχρῶν.' οὐκ ἂν διαμάρτοι δέ τις τὸν τοῦ μειρακίου τούτου τοῦ Κυπρίου βίον ὑγρὸν ὀνομάζων: οὗ πολλοὺς καὶ διδασκάλους φησὶν εἶναι Ἀθήνησιν Ἄλεξις ἐν Πυραύνῳ λέγων οὕτως II 372 K':'
πεῖραν ἐπεθύμουν θατέρου βίου λαβεῖν,
ὃν πάντες εἰώθασιν ὀνομάζειν ὑγρόν.
τρεῖς ἐν Κεραμεικῷ περιπατήσας ἡμέρας
διδασκάλους ἐξεῦρον οὗ λέγω βίου
ἴσως τριάκοντ᾽ ἀφ᾽ ἑνὸς ἐργαστηρίου.
καὶ Κρώβυλος ἐν Ἀπολιπούσῃ IV 566 M':'
πάλιν τοῦ βίου
ὑγρότης μέ [τοῦ] σου τέθλιφε: τὴν ἀσωτίαν
ὑγρότητα γὰρ νῦν προσαγορεύουσίν τινες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: