Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ΓΟΓΓΡΟΙ. τούτους Ἱκέσιος σκληροτέρους τῶν
ἐγχέλεων εἶναί φησι καὶ ἀραιοσαρκοτέρους τε καὶ
ἀτροφωτέρους εὐχυλίᾳ τε πολὺ λειπομένους, εὐστομάχους δὲ εἶναι. Νίκανδρος δὲ ὁ ἐποποιὸς ἐν τρίτῳ
Γλωσσῶν ῾fr. 122 Schn' 'καλεῖσθαί φησιν αὐτοὺς καὶ γρύλλους. Εὔδοξος δ᾽ ἐν ἕκτῳ Γῆς περιόδου γόγγρους δέ
φησιν πολλοὺς ἀνδραχθεῖς ἐν Σικυῶνι ἁλίσκεσθαι: ὧν
ἐνίους εἶναι καὶ ἁμαξιαίους. Φιλήμων δὲ τῆς κωμῳδίας
ὁ ποιητὴς καὶ αὐτὸς μνημονεύων τῶν ἐν Σικυῶνι διαφόρων γόγγρων ποιεῖ τινα μάγειρον ἐπὶ τέχνῃ τῇ
ἑαυτοῦ σεμνυνόμενον καὶ λέγοντα ἐν τῷ ἐπιγραφομένῳ
Στρατιώτῃ τάδε ῾II 500 K':'
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.