previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Σωτάδης δ᾽, οὐχ τῶν Ἰωνικῶν ᾀσμάτων ποιητὴς Μαρωνίτης, ἀλλ᾽ τῆς μέσης κωμῳδίας, ποιεῖ καὶ αὐτὸς ἐν Ἐγκλειομέναις ῾οὕτω γὰρ ἐπιγράφει τὸ δρᾶμἀ τοιάδε μάγειρον λέγοντα II 447 K':'
καρῖδας ἔλαβον πρῶτον: ἀπεταγήνισα
ταύτας ἁπάσας. γαλεὸς εἴληπται μέγας:
ὤπτησα τὰ μέσα, τὴν δὲ λοιπὴν γρυμέαν
ἕψω ποιήσας τρῖμμα συκαμίνινον.
γλαύκου φέρω κεφάλαια παμμεγέθη δύο,
ἐν λοπάδι μεγάλῃ ταῦτα, λιτῶς προσαγαγὼν
χλόην, κύμινον, ἅλας, ὕδωρ, ἐλᾴδιον.
λάβρακα μετὰ ταῦτ᾽ ἐπριάμην καλὸν σφόδρα:
ἔσται δι᾽ ἅλμης λιπαρὸς ἑφθὸς ἐν χλόῃ,
ἀποδοὺς ὅσ᾽ ἐστὶν ἀπ᾽ ὀβελίσκων ὀπτανά.
τρίγλας καλὰς ἠγόρασα καὶ κίχλας καλάς:
ἔρριψα ταύτας ἐπὶ τὸν ἄνθραχ᾽ ὡς ἔχει
ἅλμῃ τε λιπαρᾷ παρατίθημ᾽ ὀρίγανον.
ταύταις προσέλαβον σηπίας καὶ τευθίδας:
ἀστεῖον ἑφθὴ τευθὶς ὠνθυλευμένη
καὶ πτερύγι᾽ ἁπαλῶς σηπίας ὠπτημένα.
τριμμάτιον ᾠκείωσα τούτοις ἀνθινὸν
παντοδαπόν. ἑψητὸν δὲ μετὰ ταύτας τινά:
ὀξυλίπαρον τούτοις ἔδωκα χυμίον.
γόγγρον ἐπὶ τούτοις ἐπριάμην παχὺν σφόδρα:
κατέπνιξ᾽ ἐν ἅλμῃ τοῦτον εὐανθεστέρᾳ.
κωβίδι᾽ ἄττα καὶ πετραῖα δή τινα
ἰχθύδια, τούτων ἀποκνίσας τὰ κρανία
ἐμόλυν᾽ ἀλεύρῳ .... τοιούτῳ τινὶ
πέμπω τε ταῖς καρῖσι τὴν αὐτὴν ὁδόν.
ἀμίαν τε χήραν, θηρίον καλὸν σφόδρα,
θρίοισι ταύτην ἅλις ἐλᾳδίῳ διεὶς
ἐσπαργάνωσα περιπάσας ὀρίγανον
ἐνέκρυψά θ᾽ ὥσπερ δαλὸν εἰς πολλὴν τέφραν.
ἀφύαν θ᾽ ἅμ᾽ αὐτῇ παρέλαβον Φαληρικήν:
εἷς κύαθος ἐνταῦθ᾽ ὕδατος ἐπιχυθεὶς πολύ:
τεμὼν δὲ λεπτὴν τῆς χλόης καὶ πλείονα,
κἂν δικότυλος λήκυθος, καταστρέφω.
τί λοιπόν; οὐδὲν ἄλλο. τοῦτ᾽ ἐσθ᾽ τέχνη,
οὐκ ἐξ ἀπογραφῆς οὐδὲ δι᾽ ὑπομνημάτων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: