previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΓΑΛΕΟΙ. Ἱκέσιος ἐν τοῖς περὶ ὕλης τῶν γαλεῶν βελτίονας εἶναι καὶ ἁπαλωτέρους τοὺς ἀστερίας καλουμένους. Ἀριστοτέλης δὲ p. 303 R' 'εἴδη αὐτῶν φησιν εἶναι πλείω, ἀκανθίαν, λεῖον, ποικίλον, σκύμνον, ἀλωπεκίαν, ῥίνην. Δωρίων δ᾽ ἐν τῷ περὶ ἰχθύων τὸν ἀλωπεκίαν μίαν ἔχειν φησὶ λοφιὰν πρὸς τῷ οὐραίῳ, ἐπὶ δὲ τῆς ῥάχεως οὐδαμῶς. δ᾽ Ἀριστοτέλης ἐν πέμπτῳ ζῴων μορίων καὶ κεντρίνην φησί τινα γαλεὸν εἶναι καὶ νωτιδανόν. Ἐπαίνετος δ᾽ ἐν Ὀψαρτυτικῷ ἐπινωτιδέα καλεῖ, χείρονα δ᾽ εἶναι τὸν κεντρίνην καὶ δυσώδη. γνωρίζεσθαι δ᾽ ἐκ τοῦ πρὸς τῇ πρώτῃ λοφιᾷ ἔχειν κέντρον τῶν ὁμοειδῶν οὐκ ἐχόντων: οὔτε δὲ στέαρ οὔτε πιμελὴν ἔχειν τοὺς ἰχθῦς τούτους διὰ τὸ χονδρώδεις εἶναι. ἰδίως δὲ ἀκανθίας τὴν καρδίαν ἔχει πεντάγωνον. τίκτει δ᾽ γαλεὸς τὰ πλεῖστα τρία καὶ εἰσδέχεται τὰ γεννηθέντα εἰς τὸ στόμα καὶ πάλιν ἀφίησιν: μάλιστα δ᾽ ποικίλος καὶ <> ἀλωπεκίας. οἱ δὲ λοιποὶ οὐκ ἔτι διὰ τὴν τραχύτητα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: