previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀρχέστρατος δὲ τὸν αὐτὸν Σαρδαναπάλλῳ ζήσας βίον περὶ τοῦ ἐν Ῥόδῳ γαλεοῦ λέγων τὸν αὐτὸν εἶναι ἡγεῖται τῷ παρὰ Ῥωμαίοις μετ᾽ αὐλῶν καὶ στεφάνων εἰς τὰ δεῖπνα περιφερομένῳ ἐστεφανωμένων καὶ τῶν φερόντων αὐτὸν καλούμενόν τε ἀκκιπήσιον. ἀλλ᾽ οὗτος μὲν μικρὸς καὶ μακρορυγχότερός ἐστι καὶ τῷ σχήματι τρίγωνος ἐκείνων μᾶλλον: τούτων δ᾽ εὐτελέστατος καὶ μικρότατος οὐχ ἧττον Ἀττικῶν χιλίων πιπράσκεται. Ἀπίων δ᾽ γραμματικὸς ἐν τῷ περὶ τῆς Ἀπικίου τρυφῆς τὸν ἔλοπα καλούμενον τοῦτόν φησιν εἶναι τὸν ἀκκιπήσιον. ἀλλ᾽ γε Ἀρχέστρατος περὶ τοῦ Ῥοδιακοῦ γαλεοῦ λέγων τοῖς ἑταίροις πατρικῶς πως συμβουλεύων φησίν fr. 13 R':'
ἐν δὲ Ῥόδῳ γαλεὸν τὸν ἀλώπεκα: κἂν ἀποθνῄσκειν
μέλλῃς, ἂν μή σοι πωλεῖν θέλῃ, ἅρπασον αὐτόν:
ὃν καλέουσι Συρακόσιοι κύνα πίονα: κᾆτα
ὕστερον ἤδη πάσχ᾽ ὅτι σοι πεπρωμένον ἐστίν.
τούτων τῶν ἐπῶν μνησθεὶς καὶ Λυγκεὺς Σάμιος ἐν τῇ πρὸς Διαγόραν ἐπιστολῇ φησιν καὶ δικαίως παρακελεύεσθαι τὸν ποιητὴν τῷ μὴ δυναμένῳ τιμὴν ἀριθμῆσαι ἀδικίᾳ κτήσασθαι τὴν ἐπιθυμίαν. καὶ γὰρ τὸν Θησέα, φησί, γεγονότα καλὸν ὑπολαμβάνω τοῦ Τληπολέμου τὸν ἰχθὺν τοῦτον αὐτῷ παρασχόντος παρεσχηκέναι. Τιμοκλῆς δ᾽ ἐν Δακτυλίῳ φησί II 451 K':'
γαλεοὺς καὶ βατίδας ὅσα τε τῶν γενῶν
ἐν ὀξυλιπάρῳ τρίμματι σκευάζεται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: