previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΕΓΧΕΛΥΣ. τῶν θαλασσίων ἐγχέλεων μνημονεύει Ἐπίχαρμος ἐν Μούσαις fr. 5 L':' Δωρίων δ᾽ ἐν τῷ περὶ ἰχθύων μνημονεύων καὶ τῶν ἀπὸ τῆς Κωπαΐδος τὰς Κωπαΐδας ἐπαινεῖ: γίνονται δ᾽ αὗται ὑπερμεγέθεις. φησὶ γοῦν Ἀγαθαρχίδης ἐν ἕκτῃ Εὐρωπιακῶν FHG III 192' 'τὰς ὑπερφυεῖς τῶν Κωπαΐδων ἐγχέλεων ἱερείων τρόπον στεφανοῦντας καὶ κατευχομένους οὐλάς τ᾽ ἐπιβάλλοντας θύειν τοῖς θεοῖς τοὺς Βοιωτούς: καὶ πρὸς τὸν ξένον τὸν διαποροῦντα τὸ τοῦ ἔθους παράδοξον καὶ πυνθανόμενον ἓν μόνον εἰδέναι φῆσαι τὸν Βοιωτὸν φάσκειν τε ὅτι δεῖ τηρεῖν τὰ προγονικὰ νόμιμα καὶ ὅτι μὴ καθήκει τοῖς ἄλλοις ὑπὲρ αὐτῶν ἀπολογίζεσθαι. οὐ χρὴ θαυμάζειν εἰ ἱερείων τρόπον ἐγχέλεις θύονται, ὁπότε καὶ Ἀντίγονος Καρύστιος ἐν τῷ περὶ λέξεως p. 174 Wil' 'τοὺς Ἁλαιέας λέγει θυσίαν ἐπιτελοῦντας τῷ Ποσειδῶνι ὑπὸ τὴν τῶν θύννων ὥραν, ὅταν εὐαγρήσωσι, θύειν τῷ θεῷ τὸν πρῶτον ἁλόντα θύννον, καὶ τὴν θυσίαν ταύτην καλεῖσθαι θυνναῖον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: