τὴν δ᾽ ἀμίαν φθινοπώρου, ὅταν πλειὰς καταδύνῃ,
πάντα τρόπον σκεύαζε. τί σοι τάδε μυθολογεύω;
οὐ γὰρ μὴ σὺ διαφθείρῃς οὐδ᾽ ἂν ἐπιθυμῇς.
εἰ δ᾽ ἐθέλεις καὶ τοῦτο δαήμεναι, ὦ φίλε Μόσχε,
ὅντινα χρή σε τρόπον κείνην διαθεῖναι ἄριστα,
ἐν συκῆς φύλλοις καὶ ὀριγάνῳ οὐ μάλα πολλῇ:
μὴ τυρόν, μὴ λῆρον: ἁπλῶς δ᾽ οὕτως θεραπεύσας
ἐν συκῆς φύλλοις σχοίνῳ κατάδησον ἄνωθεν,
εἶθ᾽ ὑπὸ θερμὴν ὦσον ἔσω σποδόν, ἐν φρεσὶ καιρὸν
γινώσκων ὁπότ᾽ ἔστ᾽ ὀπτή, καὶ μὴ κατακαύσῃς.
ἔστω δ᾽ αὕτη σοι Βυζαντίου ἐξ ἐρατεινοῦ,
εἴπερ ἔχειν ἀγαθὴν ἐθέλεις, κἂν ἐγγὺς ἁλῷ που
τοῦδε τόπου, κεδνὴν λήψει: τηλοῦ δὲ θαλάσσης
Ἑλλησποντιάδος χείρων, κἂν κλεινὸν ἀμείψῃς
Αἰγαίου πελάγους ἔναλον πόρον, οὐκ ἔθ᾽ ὁμοία
γίνεται, ἀλλὰ καταισχύνει τὸν πρόσθεν ἔπαινον.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὁ δὲ ὀψοδαίδαλος Ἀρχέστρατος ἐν τῇ
Γαστρολογίᾳ ῾οὕτως γὰρ ἐπιγράφεσθαί φησι Λυκόφρων ἐν
τοῖς περὶ κωμῳδίας ῾fr. 19 Strecker',' ὡς τὴν Κλεοστράτου
τοῦ Τενεδίου Ἀστρολογίαν̓ περὶ τῆς ἀμίας φησὶν οὕτως
῾fr. 7 Ribb':'
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.