previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΚΩΒΙΟΙ. πολύχυλοι, ὥς φησιν Ἱκέσιος, εὐστομίᾳ διαφέροντες, εὐέκκριτοι, ὀλιγότροφοι καὶ κακόχυμοι. διαφέρουσι δ᾽ εὐστομίᾳ οἱ λευκότεροι τῶν μελάνων. δὲ τῶν χλωρῶν κωβιῶν σὰρξ χαυνοτέρα ἐστὶν καὶ ἀλιπεστέρα: καὶ χυλὸν ἐλάττονα καὶ λεπτότερον ἐναφιᾶσι, τροφιμώτεροί τ᾽ εἰσὶ διὰ τὸ μέγεθος. Διοκλῆς φησι τοὺς πετραίους αὐτῶν μαλακοσάρκους εἶναι. Νουμήνιος δ᾽ ἐν Ἁλιευτικῷ κώθους αὐτοὺς καλεῖ fr. 10 Birt':'
σκάρον κῶθον τροφίην καὶ ἀναιδέα λίην.
καὶ Σώφρων ἐν τῷ Ἀγροιώτῃ fr. 52 Bo':' ‘κωθωνοπλύται᾽ φησὶ καὶ τὸν τοῦ θυννοθήρα δὲ υἱὸν ἴσως ἀπὸ τούτου Κωθωνίαν προσηγόρευσεν. Σικελιῶται δ᾽ εἰσὶν οἱ τὸν κωβιὸν κώθωνα καλοῦντες, ὡς Νίκανδρός φησιν Κολοφώνιος ἐν ταῖς Γλώτταις fr. 141 Sch' 'καὶ Ἀπολλόδωρος ἐν τοῖς περὶ Σώφρονος. Ἐπίχαρμος δ᾽ ἐν Ἥβας γάμῳ κωβιοὺς ὀνομάζει p. 234 L':'
τρυγόνες τ᾽ ὀπισθόκεντροι καὶ μάλ᾽ ἁδροὶ κωβιοί.
Ἀντιφάνης δ᾽ ἐν Τίμωνι ἐπαινῶν τοὺς κωβιοὺς καὶ ὁπόθεν εἰσὶ κάλλιστοι δηλοῖ διὰ τούτων II 100 K':'
ἥκω πολυτελῶς ἀγοράσας εἰς τοὺς γάμους,
λιβανωτὸν ὀβολοῦ τοῖς θεοῖς καὶ ταῖς θεαῖς
πάσαισι, τοῖς δ᾽ ἥρωσι τὰ ψαίστ᾽ ἀπονεμῶ.
ἡμῖν δὲ τοῖς θνητοῖς ἐπριάμην κωβιούς.
ὡς προσβαλεῖν δ᾽ ἐκέλευσα τὸν τοιχωρύχον,
τὸν ἰχθυοπώλην, ‘προστίθημι, φησί, σοὶ
τὸν δῆμον αὐτῶν: εἰσὶ γὰρ Φαληρικοί.'
ἄλλοι δ᾽ ἐπώλουν, ὡς ἔοικ᾽, Ὀτρυνικούς.
Μένανδρος Ἐφεσίῳ IV 125 M':'
τῶν ἰχθυοπωλῶν ἀρτίως τις τεττάρων
δραχμῶν ἐτίμα κωβιοὺς .... σφόδρα.
ποταμίων δὲ κωβιῶν μνημονεύει Δωρίων ἐν τῷ περὶ ἰχθύων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: