previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐπὶ τούτοις λεγομένοις παρηνέχθη ῥοδουντία καλουμένη λοπάς: περὶ ἧς ἐξετραγῴδησεν σοφὸς ἐκεῖνος μάγειρος, πρὶν καὶ ἐπιδεῖξαι τι φέρει. διεχλεύαζέ τε τοὺς πάνυ μαγείρους γενομένους, ὧν καὶ μνημονεύων ἔφη: ‘τί τοιοῦτον ἐξεῦρεν παρὰ Ἀνθίππῳ τῷ κωμικῷ μάγειρος, <ὃς> ἐν τῷ Ἐγκαλυπτομένῳ τοιάδε ὠγκώσατο IV 459 M':'
Σόφων Ἀκαρνὰν καὶ Ῥόδιος Δαμόξενος
ἐγένονθ᾽ ἑαυτῶν συμμαθηταὶ τῆς τέχνης:
ἐδίδασκε δ᾽ αὐτοὺς Σικελιώτης Λάβδακος.
οὗτοι τὰ μὲν παλαιὰ καὶ θρυλούμενα
ἀρτύματ᾽ ἐξήλειψαν ἐκ τῶν βιβλίων καὶ τὴν θυίαν ἠφάνισαν ἐκ τοῦ μέσου, οἷον λέγω κύμινον, ὄξος, σίλφιον, τυρόν, κορίαννον, οἷς Κρόνος ἀρτύμασιν ἐχρῆτο, πάντ᾽ ἀφεῖλον εἶναί θ᾽ ὑπέλαβον τὸν τοῖς <τοιούτοις> παντοπώλην χρώμενον. αὐτοὶ δ᾽ ἔλαιον καὶ λοπάδα καινήν, πάτερ, πῦρ τ᾽ ὀξὺ καὶ μὴ πολλάκις φυσώμενον ἐποίουν: ἀπὸ τούτου πᾶν τὸ δεῖπνον εὐτρεπές. οὗτοί τε πρῶτοι δάκρυα καὶ πταρμὸν πολὺν ἀπὸ τῆς τραπέζης καὶ σίαλον ἀπήγαγον, τῶν τ᾽ ἐσθιόντων ἀνεκάθηραν τοὺς πόρους. μὲν οὖν Ῥόδιος πιών τιν᾽ ἅλμην ἀπέθανεν: παρὰ τὴν φύσιν γὰρ τὸ ποτὸν ἦν. Β. μάλ᾽ εἰκότως. Α. Σόφων δὲ πᾶσαν τὴν Ἰωνίαν ἔχει, ἐμὸς γενόμενος, πάτερ, διδάσκαλος. καὐτὸς φιλοσοφῶ καταλιπεῖν συγγράμματα σπεύδων ἐμαυτοῦ καινὰ τῆς τέχνης. Β. παπαῖ: ἐμὲ κατακόψεις, οὐχ θύειν μέλλομεν. Α. τὸν ὄρθρον ἐν ταῖς χερσὶν ὄψει βιβλία ἔχοντα καὶ ζητοῦντα <τὰ> κατὰ τὴν τέχνην, οὐθὲν Διοδώρου διαφέροντ᾽ Ἀσπενδίου. γεύσω δ᾽, ἐὰν βούλῃ, σὲ τῶν εὑρημένων: οὐ ταὐτὰ προσάγω πᾶσιν ἀεὶ βρώματα, τεταγμέν᾽ εὐθύς ἐστί μοι πρὸς τὸν βίον: ἕτερ᾽ ἐστὶ τοῖς ἐρῶσι καὶ τοῖς φιλοσόφοις καὶ τοῖς τελώναις. μειράκιον ἐρωμένην
ἔχον πατρῴαν οὐσίαν κατεσθίει:
τούτῳ παρέθηκα σηπίας καὶ τευθίδας
καὶ τῶν πετραίων ἰχθύων τῶν ποικίλων
ἐμβαμματίοις γλαφυροῖσι κεχορηγημένα:
γὰρ τοιοῦτός ἐστιν οὐ δειπνητικός,
πρὸς τῷ φιλεῖν δὲ τὴν διάνοιάν ἐστ᾽ ἔχων.
τῷ φιλοσόφῳ παρέθηκα κωλέαν, πόδας:
ἀδηφάγον τὸ ζῷον εἰς ὑπερβολήν
ἐστιν. τελώνῃ γλαῦκον, ἔγχελυν, σπάρον:
ὅταν ἐγγὺς δ᾽ ὅδ᾽ ὕστερος, ἀρτύω φακῆν
καὶ τὸ περίδειπνον τοῦ βίου λαμπρὸν ποιῶ.
τὰ τῶν γερόντων στόματα διαφορὰν ἔχει,
νωθρότερα πολλῷ δ᾽ ἐστὶν τὰ τῶν νέων.
σίναπυ παρατίθημι τούτοις καὶ ποιῶ
χυλοὺς ἐχομένους δριμύτητος τὴν φύσιν,
ἵνα διεγείρας πνευματῶ τὸν ἀέρα.
ἰδὼν τὸ πρόσωπον γνώσομ᾽ οὗ ζητεῖ φαγεῖν
ἕκαστος ὑμῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: