next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἍΒΑΡΙΣ

ὄνομα κύριον. λοιμοῦ δέ φασι κατὰ πᾶσαν τὴν οἰκουμένην γεγονότος ἀνεῖλεν Ἀπόλλων μαντευομένοις Ἕλλησί τε καὶ βαρβάροις τὸν Ἀθηναίων δῆμον ὑπὲρ πάντων εὐχὰς ποιήσασθαι. πρεσβευομένων δὲ πολλῶν ἐθνῶν πρὸς αὐτοὺς καὶ Ἄβαριν ἐξ Ὑπερβορέων πρεσβευτὴν ἀφικέσθαι λέγουσιν. δὲ χρόνος ἐν παραγέγονε διαφωνεῖται: Ἱππόστρατος μὲν γὰρ κατὰ τὴν νγ αὐτὸν Ὀλυμπιάδα λέγει παραγενέσθαι, δὲ Πίνδαρος κατὰ Κροῖσον τὸν Λυδῶν βασιλέα, ἄλλοι δὲ κατὰ τὴν κα Ὀλυμπιάδα.

ἌΒΙΟΣ

τὸν ἄβιον Ἀντιφῶν ἐπὶ τοῦ πολὺν τὸν βίον κεκτημένου ἔταξεν, ὡς Ὄμηρος ἄξυλον ὕλην λέγει τὴν πολύξυλον.

ἈΒΡΟΚΟΜΑΣ

οὗτος σατράπης ἦν Ἀρταξέρξουτοῦ Περσῶν βασιλέως.

ἈΓΑΘΑΡΧΟΣ

τούτου μνημονεύει Δημοσθένης, ἦν δὲ ζωγράφος ἐπιφανὴς, Εὐδήμου υἱὸς, τὸ δὲ γένος Σάμιος.

ἈΓΑΘΗΣ ΤΥΧΗΣ ΝΕΩΣ

τούτου μνημονεύει Λυκοῦργος ἐν τῷ περὶ διοικήσεως καὶ ἕτεροι.

ἈΓΑΣΙΚΛΗΣ

περὶ Ἀγασικλέους Ὑπερείδης λέγει. γέγραπται καὶ Δεινάρχῳ λόγος κατ̓ αὐτοῦ, ἐν δεδήλωται ὅτι Ἁλιμουσίους συνεδέκασε καὶ διὰ τοῦτο ξένος ὢν τῇ πολιτείᾳ ἐνεγράφη.

ἌΓΟΙ

τοῦτο πολλὰ σημαίνει. Ἰσαῖος δὲ ἀντὶ τοῦ φέρειν καὶ ἐνάγειν καὶ ἕλκειν ἔλαβεν ἐν τῷ οὕτως ἐπιγραφομένῳὑπὲρ Εὐμάθους εἰς ἐλευθερίαν ἀφαίρεσις,’ λέγων οὕτωςἔβλαψέ με Ξενοκλῆς ἀφελόμενος Εὐμάθην εἰς ἐλευθερίαν, ἄγοντος ἐμοῦ εἰς δουλείαν κατὰ τὸ ἐμὸν μέρος.’ καὶ πολλάκις ἐν τῷ λόγῳ ἐχρήσατο τῷ ὀνόματι ἐπὶ τῆς αὐτῆς ἐννοίας. Ἀντιφῶν δ̓ ἐν τῷ περὶ ἀληθείας φησὶτοὺς νόμους μεγάλους ἄγοιἀντὶ τοῦ ἡγοῖτο. τούτου πολλὴ χρῆσις.

ἈΓΕΛΑΙΩΝ

Ἰσοκράτης ἐν τῷ Παναθηναϊκῷ, ὡς ἂν εἰ ἔλεγε τῶν πολλῶν σοφιστῶν καὶ πλανητῶν. μεταφορὰ ἀπὸ τῶν ἀγελαίων ζῴων, βόσκεται εἰς τύχοι χωρία, ἀπὸ τῶν ἰχθύων, οὓς διαβόσκεσθαί φασι ῥύδην καὶ ἀγεληδόν.

ἈΓΕΝΗΣ

ἀντὶ τοῦ ἄπαις παῤ Ἰσαίῳ ἐν τῷ ὑπὲρ Μενεκλέους κλήρου.

ἈΓΗΣΙΛΑΟΣ

οὗτος ἦν, ὡς Ξενοφῶν δηλοῖ, βασιλεὺς Λακεδαιμονίων ἐπιφανὴς καὶ γενναῖος, καὶ πολλὰ τῆς Ἀσίας κατεστρέψατο τοῖς Κύρῳ συναναβᾶσι χρησάμενος στρατιώταις.

ἌΓΛΑΥΡΟΣ

θυγάτηρ Κέκροπος. ἔστι δὲ καὶ ἐπώνυμον Ἀθηνᾶς.

ἉΓΝΕΥΕΤΕ ΤΗΝ ΠΟΛΙΝ

Ἀντιφῶν ἐν τῷ β ἀντὶ τοῦ ἁγνίζετε.

ἈΓΝΙΑΣ

Ἰσαῖος ἐν τῷ πρὸς Εὐκλείδην περὶ χωρίου. τοῦτον καὶ τοὺς συμπρεσβευτὰς αὐτοῦ φησὶν Ἀνδροτίων ἐν ε τῆς Ἀτθίδος καὶ Φιλόχορος ὡς ἑάλωσάν τε καὶ ἀπέθανον ὑπὸ Λακεδαιμονίων.

ἈΓΝΟΥΣ

δῆμος τῆς Ἀκαμαντίδος φυλῆς: δημότης Ἀγνούσιος. Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος.

ἈΓΝΩΜΟΝΩΣ

ἀντὶ τοῦ ἀλογίστως καὶ ἀβούλως Δημοσθένης ἐν τοῖς Φιλιππικοῖς.

ἈΓΟΡΑΣ

Ὑπερείδης ἐν τῷ κατὰ Πολυεύκτου περὶ τοῦ διαγράμματοςοὗτοι πολλάκις ἀγορὰς ποιοῦνται.’ μήποτε ἀντὶ τοῦ συνόδους νῦν. σημαίνει δὲ καὶ ἕτερα τοὔνομα.

ἈΓΟΡΑΝΟΜΟΙ

οἱ τὰ κατὰ τὴν ἀγορὰν ὤνια διοικοῦντες ἄρχοντες: Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους. Ἀριστοτέλης δ̓ ἐν Ἀθηναίων πολιτείᾳ κληροῦσθαί φησι ε μὲν εἰς Πειραιᾶ, ε δὲ εἰς ἄστυ.

ἈΓΟΡΑΣΑΙ

ἀντὶ τοῦ ὠνήσασθαι Ὑπερείδης ἐν τῷ Δηλιακῷ.

ἈΓΡΑΦΙΟΥ

εἶδός τι δίκης οὕτω καλουμένης κατὰ τῶν ὀφειλόντων μὲν τῷ δημοσίῳ καὶ διὰ τοῦτο ἐγγραφέντων, εἶτα πρὶν ἐκτῖσαι ἐξαλειφθέντων. διδάσκουσι δὲ τοῦθ̓ οὕτως ἔχειν Δημοσθένης τε Δείναρχος ἐν τῷ κατὰ Θεοκρίνου καὶ Λυκοῦργος ἐν τῷ κατ̓ Ἀριστογείτονος, ἔτι τε Πυθέας ἐν τῇ πρὸς τὴν ἔνδειξιν ἀπολογίᾳ.

ἈΓΡΙΟΥΣ

Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου τοὺς σφόδρα ἐπτοημένους περὶ τὰ παιδικὰ καὶ χαλεποὺς παιδεραστάς φησι. καὶ ἄγριον κυβευτὴν Μένανδρος λέγει τὸν σφόδρα κυβεύειν ἐσπουδακότα.

ἈΓΡΥΛΗ

δῆμος τῆς Ἐρεχθηΐδος φυλῆς, καὶ δημότης Ἀγρυλεύς, ἐπίρρημα δὲ τοπικὸν Ἀγρυλῆθεν.

ἈΓΥΙΑΣ

Δημοσθένης ἐν τῷ κατὰ Μειδίουχοροὺς ἱστάναι κατὰ τὰ πάτρια καὶ κνισᾶν ἀγυιᾶς.’ ἔνιοι μὲν ὀξύνουσι θηλυκῶς χρώμενοι, οἷον τὰς ὁδούς: βέλτιον δὲ περισπᾶν ὡς ἀπὸ τοῦ ἀγυιεύς. ἀγυιεὺς δέ ἐστι κίων εἰς ὀξὺ λήγων, ὃν ἱστᾶσι πρὸ τῶν θυρῶν, ὡς σαφὲς ποιοῦσιν Ἀριστοφάνης τε ἐν Σφηξὶ καὶ Εὔπολις. ἰδίους δὲ εἶναι φασιν αὐτοὺς Ἀπόλλωνος, οἱ δὲ Διονύσου, οἱ δὲ ἀμφοῖν. ἔστιν οὖν τὸ ὁλόκληρον ἀγυιέας, καὶ κατὰ τὴν Ἀττικῶν διάλεκτον ἀγυιᾶς, καθὰ καὶ Στειριᾶς καὶ Μηλιᾶς καὶ τὰ παραπλήσια λέγουσιν ἐν συναλοιφῇ. Ἀριστοφάνης ἐν Ὄρνισι μηλοσφαγεῖν τε βουθύτοις ἐπ̓ ἐσχάραις κνισᾶν τ̓ ἀγυιᾶς. φασὶ δ̓ αὐτὸ ἴδιον εἶναι Δωριέων, ὡς δῆλον ποιεῖ Διευχίδας ἐν τῇ γ τῶν Μεγαρικῶν. εἶεν δ̓ ἂν οἱ παρὰ τοῖς Ἀττικοῖς λεγόμενοι ἀγυιεῖς οἱ πρὸ τῶν οἰκιῶν βωμοὶ, ὥς φασι Κρατῖνος καὶ Μένανδρος. καὶ Σοφοκλῆς ἐν τῷ Λαοκόωντι, μετάγων τὰ Ἀθηναίων ἔθη εἰς Τροίαν, φησὶ λάμπει δ̓ ἀγυιεὺς βωμὸς ἀτμίζων πυρὶ σμύρνης σταλαγμοὺς, βαρβάρων εὐοσμίας.

ἈΓΥΡΡΙΟΣ

δημαγωγὸς οὗτος οὐκ ἀφανής: Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους.

ἈΓΩΝΙΑΝ

τὸ ἀγωνίζεσθαι Ἰσοκράτης ἐν τῷ περὶ τῆς ἀντιδόσεως.

ἈΓΩΝΙΩΝΤΕΣ

ἀντὶ τοῦ ἀγωνιζόμενοι παρὰ τῷ αὐτῷ ἐν τῷ Πανηγυρικῷ.

ἈΔΕΗΤΟΣ

ἀντὶ τοῦ ἀνενδεής παῤ Ἀντιφῶντι Ἀληθείας α.

ἈΔΕΛΦΙΖΕΙΝ

ἀντὶ τοῦ ἀδελφὸν καλεῖν παῤ Ἰσοκράτει ἐν Αἰγινητικῷ καὶ Ἑκαταίῳ τῷ Μιλησίῳ ἐν β Γενεαλογιῶν καὶ Στράττιδι καὶ Ἀπολλοφάνει ἐν Ἰφιγέροντι.

ἈΔΗΜΟΝΟΥΣΗΣ

ἀπορούσης.

ἈΔΗΦΑΓΟΥΣ ΤΡΙΗΡΕΙΣ

Λυσίας λέγει ἐν τῇ ὑπὲρ Εὐκρίτου διαμαρτυρίᾳ, εἰ γνήσιος λόγος, καὶ ἈΔΗΦΑΓΟΝ ΠΕΝΥΗΚΟΝΤΟΡΟΝ Φίλιστος: λέγοιεν δ̓ ἂν τὰς ἐντελομίσθους καὶ πολλὰ ἀναλισκούσας. ἔοικε δὲ ἐκ μεταφορᾶς τῶν ἵππων τῶν τελείων καὶ ἀγωνιστῶν λέγεσθαι, οἵτινες εἰώθασιν ἔδμεναι ἄδδην κατὰ τὸν ποιητήν. Ἀλκαῖος δὲ ἐν τῇ κωμῳδοτραγῳδίᾳ τοὺς πότας λύχνους ἀδηφάγους εἶπεν.

ἈΔΙΑΣΤΑΤΟΝ

τὸ μήπω διεστηκὸς μηδὲ διακεκριμένον Ἀντιφῶν εἶπεν.

ἈΔΙΚΙΟΥ

οἷον ἀδικήματος. ἔστι δὲ ὄνομα δίκης. ἀποτίνυται δὲ τοῦτο ἁπλοῦν, ἐὰν πρὸ τῆς θ πρυτανείας ἀποδοθῇ: εἰ δὲ μὴ, διπλοῦν καταβάλλεται.

ἈΔΟΚΙΜΑΣΤΟΣ

δοκιμασθῆναι τὸ εἰς ἄνδρας ἐγγραφῆναι, καὶ ἀδοκίμαστος μήπω ἐγγεγραμμένος παρὰ Λυσίᾳ ἐν τῷ κατὰ Δημοσθένους ἐπιτροπῆς, εἰ γνήσιος.

ἈΔΡΑΣΤΕΙΑΝ

οἱ μὲν τὴν αὐτὴν λέγουσι τῇ Νεμέσει, λαβεῖν τε τοὔνομα ἀπὸ Ἀδράστου τοῦ Ταλαοῦ νεμεσηθέντος ἐφ̓ οἷς τῶν Θηβαίων κατηλαζονεύσατο, εἶτα ἔκ τινων μαντειῶν ἱδρυσαμένου ἱερὸν Νεμέσεως, προσαγορευθῆναι μετὰ ταῦτα Ἀδραστείας, ὡς Ἀντίμαχος ἐν τούτοις δηλοῖ: ἔστι δέ τις Νέμεσις μεγάλη θεὸς, τάδε πάντα πρὸς μακάρων ἔλαχεν. βωμὸν δέ οἱ εἵσατο πρῶτος Ἄδρηστος ποταμοῖο παρὰ ῥόον Αἰσήποιο, ἔνθα τετίμηταί τε καὶ Ἀδρήστεια καλεῖται. ἔνιοι μέντοι ὡς διαφέρουσαν συγκαταλέγουσιν αὐτὴν τῇ Νεμέσει, ὡς Μένανδρος καὶ Νικόστρατος. Δημήτριος δὲ Σκήψιος Ἄρτεμίν φησιν εἶναι τὴν Ἀδράστειαν, ὑπὸ Ἀδράστου τινὸς ἱδρυμένην.

ἈΔΥΝΑΤΟΙ

Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου. οἱ ἐντὸς τριῶν μνῶν κεκτημένοι, τὸ δὲ σῶμα πεπηρωμένοι. ἐλάμβανον δὲ οὗτοι δοκιμασθέντες ὑπὸ τῆς βουλῆς β ὀβολοὺς τῆς ἡμέρας ἑκάστης, ὀβολὸν, ὥς φησιν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ, ὡς δὲ Φιλόχορός φησιν, θ δραχμὰς κατὰ μῆνα. ἔστι δὲ καὶ λόγος τις, ὡς λέγεται, Λυσίου περὶ τοῦ ἀδυνάτου, ἐν ὡς ὀβολὸν λαμβάνοντος μέμνηται.

ἈΕΙ

ἀντὶ τοῦ ἕως παῤ Ἀντιφῶντι Σαμοθρᾳκικῷ. πολλὴ δὲ χρῆσις αὐτοῦ. καὶ Θουκυδίδης ἐν τῷ προοιμίῳ %2 %2 %2 οὕτως ἤρξατο οὕτω μὲν οὖν μοι δεῦῤ ἀεὶ τείνει λόγους.

ἌΙΔΡΙΣ

ἀνεπιστήμων.

ἈΕΙΛΟΓΙΑ

τὸ ἀεὶ λόγον καὶ εὐθύνας ὑπέχειν. οὕτω Δημοσθένης καὶ Ἰσαῖος.

ἈΕΙΕΣΥΩ

Ἀντιφῶν τὴν ἀϊδιότητα καὶ τὸ ἐπὶ τῶν αὐτῶν ἀεὶ ἑστάναι, ὥσπερ καὶ εὐεστὼ εὐδαιμονία καλεῖται.

ἌΕΡΚΤΟΝ

ἀντὶ τοῦ ἄφρακτον καὶ πανταχόθεν καθορώμενον Λυσίας.

ἈΕΤΟΣ

τῶν οἰκοδομημάτων τὸ κατὰ τὸν ὄροφον, τινες ἀέτωμα καλοῦσιν. Ἀριστοφάνης Ὄρνισι τὰς γὰρ ὑμῶν οἰκίας ἐρέψομεν πρὸς ἀετόν.

ἈΖΗΝΙΕΥΣ

Ἀζηνία δῆμός ἐστι φυλῆς τῆς Ἱπποθωντίδος, καὶ δημότης Ἀζηνιεύς: Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος.

ἈΖΗΤΗΤΟΝ

τὸ ζήτησιν καὶ κατηγορίαν ἔχειν κεκωλυμένον παῤ Αἰσχίνῃ ἐν τῷ κατὰ Κτησιφῶντος.

ἈΘΕΩΡΗΤΟΣ

ἀντὶ τοῦ ἀθέατος παῤ Ἀντιφῶντι ἐν τῷ περὶ ὁμονοίας.

ἈΘΗΝΟΔΩΡΟΣ

Ἀθηναῖος τῷ γένει, στρατιώτης: Δημοσθένης ἐν τῷ κατ̓ Ἀριστοκράτους.

ἈΘΜΟΝΕΥΣ

Ἀθμονία δῆμός ἐστι φυλῆς τῆς Κεκροπίδος, ἀφ̓ οὗ δημότης Ἀθμονεύς.

ΑΙΓΕΙΟΝ

Αἰγέως ἡρῷον ἐν Ἀθήναις: Δείναρχος ἐν τῷ κατὰ Πολυεύκτου.

ΑΙΓΕΙΔΑΙ

Δημοσθένης ἐν τῷ ἐπιταφίῳ, εἰ γνήσιος. Αἰγηῒς φυλὴ ὠνομάσθη ἀπὸ Αἰγέως τοῦ Πανδίονος, ἔνθεν οἱ φυλέται Αἰγεῖδαι.

ΑΙΓΙΔΑΣ ἐκάλουν

ΑΙΓΙΔΑΣ ἐκάλουν τὰ ἐκ τῶν στεμμάτων δίκτυα: Λυκοῦργος ἐν τῷ περὶ τῆς διοικήσεως καὶ Νυμφοδωρος. Ἡρόδοτος δ̓ ἐν δ ταύτας φησὶν ὑπὸ Λιβύων αἰγέας καλεῖσθαι.

ΑΙΓΙΛΙΕΥΣ

Ὑπερείδης. Αἰγιλία δῆμός ἐστι φυλῆς Ἀντιοχίδος, ἔνθεν δημότης Αἰγιλιεύς.

ΑΙΔΕΣΑΣΘΑΙ

ἀντὶ τοῦ μεταπεισθῆναι Λυσίας ἐν τῷ κατὰ Δημοσθένους ἐπιτροπῆς, εἰ γνήσιος, καὶ Δημοσθένης ἐν τῇ πρὸς Ναυσίμαχον καὶ Ξενοπείθην. ἐν δὲ τῷ κατ̓ Ἀριστοκράτους οὗτος ἀντὶ τοῦ ἐξιλάσασθαι καὶ πεῖσαι.

ΑΙΘΑΛΙΔΗΣ

δῆμός ἐστιν Αἰθαλίδαι τῆς Λεοντίδος φυλῆς, ἧς δημότης Αἰθαλίδης.

ΑΙΘΙΟΠΙΟΝ

ὄνομα χωρίου ἐν Εὐβοίᾳ.

ΑΙΚΙΑΣ

εἶδος δίκης ἐστὶν ἰδιωτικῆς ἐπὶ πληγαῖς λαγχανομένης, ἧς τὸ τίμημα ἐν τοῖς νόμοις οὐκ ἔστιν ὡρισμένον, ἀλλ̓ μὲν κατήγορος τίμημα ἐπιγράφεται ὁπόσου δοκεῖ ἄξιον εἶναι τὸ ἀδίκημα, οἱ δὲ δικασταὶ ἐπικρίνουσιν.

ΑΙΝΙΟΥΣ

Δημοσθένης ἐν τῷ κατ̓ Ἀριστοκράτους. Αἶνος πόλις τῆς Θρᾴκης. Ὅμηρος ὃς ἂρ Αἰνόθεν εἰληλούθει. Ἔφορος δ̓ἐν τῇ δ περὶ Θρᾳκίων πολισμάτων λέγων φησὶνἐχομένη δὲ τούτων Αἶνος πόλις, ἣν Ἕλληνες τὰ πρῶτα Ἀλωπεκοννήσιοι κατῴκισαν, ὕστερον δ̓ ἐκ Μυτιλήνης ἐπηγάγοντο καὶ Κύμης ἐποί- κους.’

ΑΙΞΩΝΗΣΙΝ

Ἰσαῖος ἐν τῷ πρὸς Μέδοντα περὶ χωρίου. Αἰξωνῆς δῆμος φυλῆς τῆς Κεκροπίδος. ἐκωμῳδοῦντο δὲ ὡς βλάσφημοι, ἀφ̓ οὗ καὶ τὸ κακῶς λέγειν αἰξωνεύεσθαι ἔλεγον: Μένανδρος ἐν Κανηφόρῳ. Πλάτων δ̓ ἐν τῷ περὶ ἀνδρείας φησὶνοὐδὲν ἐρῶ πρὸς ταῦτά γ̓ ἔχων εἰπεῖν, μή με εἴπῃς Αἰξωνέα εἶναι.’

ἈΚΑΔΗΜΕΙΑ

τρία ὑπῆρχον γυμνάσια, Λύκειον, Κυνόσαργες, Ἀκαδήμεια. ἐκλήθη δὲ ἀπὸ τοῦ καθιερώσαντος αὐτὸ Ἀκαδήμου.

ἈΚΑΜΑΝΤΙΣ

Δημοσθένης ἐν τῷ πρὸς Βοιωτὸν περὶ τοῦ ὀνόματοςἐν Ἀκαμαντίδι φυλῇ γεγονώς.’ μία αὕτη τῶν ι φυλῶν, ἀπὸ Ἀκάμαντος τοῦ Θησέως.

ἈΚΑΡΗ

ἀντὶ τοῦ μικρὸν οὐδὲν παῤ Ἀντιφῶντι.

ἈΚΙΝΑΚΗΣ

Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους. Περσικὸν ξίφος ἐστί. καὶ Ἀναξιμένης ἐν α τῶν περὶ Ἀλέξανδρον.

ἌΚΗ

πόλις αὕτη ἐν Φοινίκῃ: Δημοσθένης ἐν τῷ πρὸς Κάλλιππον. ἣν Νικάνωρ περὶ μετονομασιῶν γεγραφὼς καὶ Καλλίμαχος ἐν τοῖς ὑπομνήμασι τὴν νῦν Πτολεμαΐδα καλουμένην φασὶν εἶναι: Δημήτριος δὲ ἰδίως τὴν ἀκρόπολιν τῆς Πτολεμαΐδος πρότερον Ἄκην ὠνομάσθαι φησίν.

ἈΚΜΑΖΕΙΣ

ἀντὶ τοῦ τὰ τῶν νέων πράττεις Ὑπερείδης ἐν τῷ κατὰ Μαντιθέου, Λυσίας ἐν τῷ πρὸς Νίκαρχον τὸν αὐλητὴν, εἰ γνήσιος.

ἌΚΡΙΤΟΣ

ἀντὶ τοῦ ἀδιάκριτος Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος.

ἈΚΡΟΑΣΘΑΙ

ἀντὶ τοῦ ὑπακούειν Ἀντιφῶν ἐν τῷ κατὰ Φιλίνου.

ἈΚΤΗ

ἰδίως ἐπιθαλαττίδιός τις μοῖρα τῆς Ἀττικῆς: Ὑπερείδης ἐν τῷ περὶ τοῦ ταρίχους: ὅθεν καὶ Ἀκτίτης λίθος. ἐκάλουν δὲ οὕτω καὶ τὴν Ἀττικὴν οἱ μὲν ἀπό τινος Ἀκταίωνος βασιλέως, οἱ δὲ διὰ τὸ τὴν πλείω τῆς χώρας ἐπιθαλάττιον εἶναι.

ἌΚΤΙΑ

Ὑπερείδης ἐν τῷ περὶ τοῦ Πολύευκτον στρατηγεῖν. Ἄκτια ἀγὼν παλαιὸς ἦν, ὡς δῆλον ποιεῖ Καλλίμαχος ἐν τῷ περὶ ἀγώνων.

ἈΛΑΒΑΣΤΟΘΗΚΑΙ

αἱ θῆκαι τῶν ἀλαβάστων, ἃς ἐν τῇ συνηθείᾳ μυροθήκας καλοῦσι: Δημοσθένης ἐν τῷ παραπρεσβείας. ἀλάβαστοι δ̓ εἰσὶ λήκυθοι ὧν οὐκ ἔστι λαβέσθαι διὰ λειότητα.

ἉΛΑΙΕΥΣ

ὄνομα δήμου.

ἈΛΑΣΤΩΡ

οὗ μηδέποτ̓ ἄν τις ἐπιλάθοιτο: Δημοσθένης ὑπὲρ Κτησιφῶντος. πολὺ δὲ τοὔνομα ἐν τῇ τραγῳδίᾳ. ἉλΕΑΣ: Δημοσθένης ἐν τῷ παραπρεσβείας. ἔστι δὲ πόλις Θεσσαλική. οἱ δὲ πολῖται Ἁλεῖς.

ἈΛΕΞΑΝΔΡΟΣ

Δημοσθένης ἐν ς Φιλιππικῶν Φησὶνἡνίκα ἦλθεν Ἀλέξανδρος τούτων πρόγονος περὶ τούτων κῆρυξ.’ οὗτός ἐστιν ἐπικαλούμενος Φιλέλλην, υἱὸς μὲν Ἀμύντου, πατὴρ δὲ Περδίκκου, ἐστρατεύετο δὲ ὑπὸ Μαρδονίῳ, ἀφ̓ οὗ καὶ ἐπέμφθη ἐπὶ γῆς καὶ ὕδατος αἴτησιν πρὸς Ἀθηναίους: οἱ δὲ οὐχ ὅπως αὐτῷ προσέσχον τὸν νοῦν, ἀλλὰ καὶ σφόδρα ἀπειλήσαντες ἀπέπεμψαν. ἕτερος δ̓ ἐστὶν Ἀλέξανδρος καὶ αὐτὸς Μακεδόνων βασιλεὺς, ἀδελφὸς Φιλίππου πρεσβύτερος, περὶ οὗ Δημοσθένης ἐν τῷ παραπρεσβείας φησὶκαίτοι τῶν ἀποκτεινάντων Ἀλέξανδρον ἦν τὸν ἀδελφὸν τοῦ Φιλίππου οὗτος Ἀπολλοφάνης.’ ἄλλος δ̓ ἐστὶν Ἀλέξανδρος Θετταλὸς, περὶ οὗ πάλιν Δημοσθένης ἐν τῷ κατ̓ Ἀριστοκράτουςτί δ̓ Ἀλέξανδρον ἐκεῖνον τὸν Θετταλόν;’ οὗτος δὲ Φεραῖος μέν ἐστι, συνεμάχησαν δ̓ αὐτῷ Ἀθηναῖοι κατὰ Θηβαίων, ὅτε δέσμιος ἦν παῤ αὐτῷ Πελοπίδας. ἄλλος δὲ Ἀλέξανδρος Μολοττὸς, ἀδελφὸς Ὀλυμπιάδος τῆς Φιλίππου γυναικὸς, οὗ πάλιν Δημοσθένης μνημονεύει ἐν ζ Φιλιππικῶν, εἰ γνήσιος λόγος.

ἉΛΙΠΕΔΟΝ τινες

ἉΛΙΠΕΔΟΝ τινες τὸν Πειραιᾶ φασίν. ἔστι δὲ καὶ κοινῶς τόπος ὃς πάλαι μὲν ἦν θάλασσα, αὖθις δὲ πεδίον ἐγένετο. διὸ καὶ δασύνεται πρώτη: ἔστι γὰρ οἷον ἁλὸς πεδίον. ἤτοι ὁμαλὸν πεδίον καὶ τετριμμένον καὶ οἷον ἀληλεσμένον, ὡς Ἀριστοφάνης Δαιταλεῦσιν διὰ ψιλοῦἐν ἀλιπέδῳ.’ ἔνιοι δὲ φασιν ὅτι τὸ παραθαλάσσιον πεδίον οὕτω λέγεται. τινὲς δέ φασι παρὰ τὸ ἀλινδεῖσθαι ἵππους ἐν αὐτῷ δύνασθαι, ἐστι κονίσασθαι, οὕτως ὀνομασθῆναι.

ἉΛΙΜΟΥΣΙΟΙ

Δημοσθένης ἐν τῇ πρὸς Εὐβουλίδην ἐφέσει. Ἁλιμοῦς δῆμος τῆς Λεοντίδος φυλῆς, καὶ οἱ δημόται Ἁλιμούσιοι.

ἉΛΙΡΡΟΘΙΟΣ

ὄνομα κύριον, υἱὸς Ποσειδῶνος: Δημοσθένης ἐν τῷ κατ̓ Ἀριστοκράτους.

ἈΛΚΕΤΑΣ

Μολοττῶν βασιλεύς: Ἰσαῖος ἐν τῷ περὶ τῶν ἐν Μακεδονίᾳ ῥηθέντων. ἀλλὰ καὶ ὑποστράτηγος ἄλλος Ἀλεξάνδρου.

ἈΛΚΙΒΙΑΔΗΣ

Κλεινίου. ἦν δὲ καὶ ἕτερος, πρόπαππος τοῦ προειρημένου, ὅν φησι Λυσίας ἐν τῷ κατ̓ Ἀλκιβιάδου λιποταξίου, εἰ γνήσιος λόγος, αὐτόν τε καὶ τὸν πατρὸς πρὸς μητρὸς πάππον δὶς ἐξοστρακισθῆναι. ἄλλος δέ ἐστιν Ἀλκιβιάδης οὗ μνημονεύει Ἀντιφῶν ἐν τῇ πρὸς τὴν Δημοσθένους γραφὴν ἀπολογίᾳ: μνημονεύουσι δ̓ αὐτοῦ καὶ τῶν ἄλλων ῥητόρων τινὲς καὶ οἱ κωμικοί. ἔστι δὲ Φηγούσιος, Ἀλκιβιάδου ξένος.

ἈΛΚΙΜΑΧΟΣ

Δημοσθένης ἐν τῷ κατ̓ Εὐέργου καὶ Μνησιβούλου. στρατηγὸς οὗτός ἐστιν, Ἀναγυράσιος τῶν δήμων, στρατηγήσας ἐν τῷ πρὸς Φίλιππον πολέμῳ. ἕτερος δέ ἐστιν Ἀλκίμαχος Μακεδὼν, οὗ μνημονεύει Ὑπερείδης ἐν τῷ κατὰ Δημάδου οὕτωςἈλκίμαχον καὶ Ἀντίπατρον Ἀθηναίους καὶ προξένους ἐποιησάμεθα.’ Ἀναξιμένης δὲ ἐν τῇ β τῶν περὶ Ἀλέξανδρον ἀνέγραψεν αὐτοῦ δημηγορίαν, πρὸς ἣν ἀντειπεῖν φησὶ Δημοσθένην.

ἈΛΚΜΑΙΩΝΙΔΑΙ

γένος ἐπιφανὲς Ἀθήνησιν ἀπὸ Ἀλκμαίωνος.

ἈΛΟΓΙΑΝ

τὸ μηδένα ἔχειν λόγον, ἀλλ̓ ἀλογιστὶ πράττειν Δημοσθένης ἐν τῷ κατ̓ Ἀριστοκράτους καὶ Πλάτων.

ἍΛΟΓΟΙ ΕΡΑΝΙΣΤΑΙ

μήποτε οἱ μήπω ἐξειλεχότες τὸ ἐπιβάλλον ἑαυτοῖς κατὰ τὴν ἐκ τῆς περιόδου τάξιν τῶν ὀνομάτων τῶν εἰς τὸν ἔρανον ἐκφερομένων. Δείναρχος ἐν τῷ κατὰ τῶν Πατροκλέους παίδων ἐρανικῷ.

ἉΛΟΝΝΗΣΟΣ

νησύδριον ἐν τῷ Αἰγαίῳ πελάγει: Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος, ὡς καὶ Ἀρχέμαχος ἐν δ τῶν Εὐβοϊκῶν. μνημονεύει δὲ τῆς ἀμφισβητήσεως τῆς περὶ Ἁλοννήσου καὶ Θεόπομπος ἐν δ καὶ Ἀναξιμένης ἐν δ Φιλιππικῶν.

ἈΛΟΠΗ

Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. Κερκυόνος θυγάτηρ, ἐξ ἧς καὶ Ποσειδῶνος Ἱπποθῶν τῆς Ἱπποθωντίδος φυλῆς ἐπώνυμος, ὡς Ἑλλάνικός τε ἐν β Ἀτθίδος καὶ Εὐριπίδης ἐν τῷ ὁμωνύμῳ δράματι καὶ Δείναρχος ἐν τῇ διαδικασίᾳ Φαληρέων.

ἉΛΟΥΡΓΟΠΩΛΙΚΗ

πορφυροπωλικὴ ὑφ̓ ἡμῶν λεγομένη: Ἰσαῖος ἐν τῷ κατ̓ Ἐλπαγόρου καὶ Δημοφάνους.

ἉΛΩΑ

Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας. ἑορτή ἐστιν Ἀττικὴ τὰ Ἁλῶα, ἥν φησι Φιλόχορος ὀνομασθῆναι ἀπὸ τοῦ τότε τοὺς ἀνθρώπους τὰς διατριβὰς ποιεῖσθαι περὶ τὰς ἅλως. ἄγεσθαι δὲ αὐτήν φησιν ἐν τῷ περὶ ἑορτῶν Ποσειδεῶνος μηνός.

ἈΛΩΠΕΚΗ

δῆμος τῆς Ἀντιοχίδος: δὲ δημότης Ἀλωπεκεύς καὶ Ἀλωπεκῆθεν. πόθεν δὲ ὠνομάσθησαν Φιλόχορος ἐν γ δηλοῖ.

ἈΛΩΠΕΚΟΝΝΗΣΟΣ

πόλις τῶν ἐν Χερρονήσῳ.

ἈΜΑΔΟΚΟΣ

Ἰσοκράτης Φιλίππῳ. δύο γεγόνασιν οὗτοι, πατὴρ καὶ υἱὸς, ὃς καὶ Φιλίππῳ συμμαχήσων ἦλθεν εἰς τὸν πρὸς Κερσοβλέπτην πόλεμον. ἀμφοτέρων μέμνηται Θεόπομπος ἐν τῇ ια τῶν Φιλιππικῶν.

ἈΜΑΖΟΝΕΙΟΝ

Ἰσαῖος ἐν τῷ πρὸς Διοκλέα. περὶ τῆς Ἀμαζόνων ἀφιερώσεως Ἀθήνησιν Ἀμμώνιος διείλεκται ἐν τῷ περὶ βωμῶν καὶ θυσιῶν. ἔστι δὲ ἱερὸν Ἀμαζόνες ἱδρύσαντο.

ἉΜΑΞΑΝΤΕΙΑ

δῆμος τῆς Ἱπποθωντίδος φυλῆς. δημότης Ἁμαξαντεύς.

ἈΜΒΛΩΘΡΙΔΙΟΝ

τὸ ἀμβλωθὲν βρέφος.

ἈΜΒΡΑΚΙΑ

πόλις ἐν τῷ Ἀμβρακικῷ κόλπῳ, ἄποικος Κορινθίων.

ἍΜΙΠΠΟΙ

Ἰσαῖος Τεμενικῷ. οἱ σὺν ἵπποις στρατευόμενοι. ἔνιοι δέ φασιν ὅτι ζεύγνυνταί τινες πρὸς ἀλλήλους ἵπποι κέλητες, δ̓ ἐλαύνων αὐτοὺς τὸν ἕτερον μὲν παρέλκεται, ἐπὶ δὲ τοῦ ἑτέρου ὀχεῖται. οὗτοι ἅμιπποι λέγονται. τοῦτ̓ ἔστι τὸ παῤ Ὁμήρῳ θρώσκων ἄλλοτ̓ ἐπ̓ ἄλλον. πεζοὶ δ̓ εἰσὶν οἱ ἅμιπποι, ὡς δῆλόν ἐστιν ἐκ τῶν Θουκυδίδου καὶ Ξενοφῶντος ἐν τῇ ζ τῶν Ἑλληνικῶν. καὶ μήποτε πρόδρομοί τινές εἰσιν οἱ ἅμα τοῖς ἱππεῦσι τεταγμένοι: Φιλόχορος γοῦν ἐν τῇ ις φησὶ καὶ προδρόμους.

ἈΜΜΩΝΙΣ

τοῦ Ἄμμωνος ἱερὰ τριήρης: Δείναρχος ἐν τῷ κατὰ Ἱμεραίου.

ἈΜΟΡΓΗΣ

Πισσούθνου νόθος υἱός ἐστιν.

ἈΜΟΡΓΟΣ

ἔστι παραπλήσιόν τι βύσσῳ: Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου. μνημονεύουσι δὲ οἱ κωμικοὶ πολλάκις τῶν ἀμοργίνων, ὡς καὶ Ἀριστοφάνης Λυσιστράτῃ καὶ Εὔπολις Πόλεσιν.

ἈΜΦΙΓΝΟΕΙΝ

ἀντὶ τοῦ ἀγνοεῖν ἐνδοιάζειν περὶ τῆς γνώσεως, ὡς καὶ Λυσίας ἐν τῷ πρὸς Αἰσίωνα περὶ τῆς τῶν βιβλίων κλοπῆς, εἰ γνήσιος λόγος.

ἈΜΦΙΔΕΑΙ

εἰσὶ περισκελίδες τινές: Ἀριστοφάνης Θεσμοφοριαζούσαις. ἰδίως δὲ Λυσίας ἐν τῷ κατ̓ Εὐθυδίκου φησὶνοὐ δυνάμενος δ̓ ἐκβαλεῖν διὰ τὸ ἀμφιδέαις δεδέσθαι τὰς θύρας.’

ἈΜΦΙΔΡΟΜΙΑ

Λυσίας ἐν τῷ περὶ τῆς ἀμβλώσεως, εἰ γνήσιος λόγος. ἡμέρα τις ἤγετο ἐπὶ τοῖς νεογνοῖς παιδίοις, ἐν τὸ βρέφος περὶ τὴν ἑστίαν ἔφερον τρέχοντες, καὶ ὑπὸ τῶν οἰκείων καὶ φίλων πουλύποδας καὶ σηπίας ἐλάμβανον.

ἈΜΦΙΚΤΥΟΝΕΣ

συνέδριόν ἐστιν Ἑλληνικὸν, συναγόμενον ἐν Θερμοπύλαις. ὠνομάσθη δὲ ἤτοι ἀπὸ Ἀμφικτύονος τοῦ Δευκαλίωνος, ὅτι αὐτὸς συνήγαγε τὰ ἔθνη βασιλεύων, ὥς φησι Θεόπομπος ἐν η ῾ταῦτα δ̓ ἦν ιβ, Ἴωνες Δωριεῖς Περραιβοὶ Βοιωτοὶ Μάγνητες Ἀχαιοὶ Φθιῶται Μηλιεῖς Δόλοπες Αἰνιᾶνες Δελφοὶ Φωκεῖς᾿, ἀπὸ τοῦ περιοίκους εἶναι τῶν Δελφῶν τοὺς συναχθέντας, ὡς Ἀναξιμένης ἐν α Ἑλληνικῶν.

ἈΜΦΙΠΟΛΙΣ

Ἀντιφῶν περὶ τοῦ Λινδίων φόρου. πόλις αὕτη τῆς Θρᾴκης. πρότερον δὲ Ἐννέα ὁδοὶ ἐκαλεῖτο, ὡς Ἀνδροτίων ἐν ιβ Ἀτθίδος. Μαρσύας δ̓ ἐν Μακεδονικοῖς διὰ τὸ περιοικεῖσθαι τὸν τόπον Ἀμφίπολιν ὠνομάσθαι, πρότερον Ἄκραν καλουμένην: οἱ δὲ Ἄρεος πόλις.

ἈΜΦΙΣΒΗΤΕΙΝ

ἈΜΦΙΣΒΗΤΕΙΝ καὶ ΠΑΡΑΚΑΤΑΒΑΛΛΕΙΝ: οἱ τῶν κλήρων ἐπιδικαζόμενοι ἀμφισβητεῖν παρακαταβάλλειν λέγονται, οἱ μὲν οὐ φάσκοντες ἐπίδικον εἶναι τὸν κλῆρον ὡς ὄντος παιδὸς τῷ τετελευτηκότι γόνῳ ποιήσει, οἱ δὲ ὡς ἄπαιδος τελευτήσαντος δικαιότερον λέγοντες ἔχειν αὐτοὺς τὸν κλῆρον τοῦ λαχόντος, συγγενεῖς ὄντες κατὰ διαθήκας κληρονόμοι. οὕτω Δημοσθένης καὶ Ὑπερείδης περὶ τοῦ παρακαταβάλλειν διεσάφησαν.

ἌΜΦΙΣΣΑ

Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. πόλις τῆς Λοκρίδος. Ἀριστοτέλης ἐν τῇ Ὀπουντίων πολιτείᾳ οὕτω λέγειἈνδραίμων δὲ ἦν οἰκιστὴς, Ἄμφισσαν δ̓ ὠνόμασαν διὰ τὸ περιέχεσθαι τὸν τόπον ὄρεσιν.’

ἈΜΦΟΤΕΡΟΠΑΟΥΝ

Δημοσθένης ἐν τῷ κατὰ Διονυσοδώρου. ὅταν τις ναυτικὸν δανείσῃ δάνειον ἐπὶ τῷ καὶ ἐνθένδε πλεῦσαί ποι κἀκεῖθεν ἐνθάδε, τοῦτο ἀμφοτερόπλουν καλεῖται.

ἉΜΩΣΓΕΠΩΣ

ἀντὶ τοῦ ἑνί γέ τῳ τρόπῳ Λυσίας ἐν τῷ κατ̓ Ἀρισταγόρου ἐνδείξεως, εἰ γνήσιος.

ἈΝΑΒΑΛΛΕΙ

ἀντὶ τοῦ εἰς ἀναβολὰς καθίστησι καὶ οἱονεὶ ἀναβάλλεται Δημοσθένης Φιλιππικοῖς.

ἈΝΑΓΕΙΝ

τὸ μηνύειν τὸν πεπρακότα καὶ ἐπ̓ ἐκεῖνον ἰέναι Λυσίας ἐν τῷ πρὸς Βοίωνα, εἰ γνήσιος, καὶ Δείναρχος.

ἈΝΑΓΕΙΣ

Αἰσχίνης κατὰ Κτησιφῶντος. διὰ μὲν τοῦ α τοὺς ἀνάγνους: ἐὰν δὲ ἐναγεῖς, τοὺς ἐν τῷ ἄγει, τουτέστιν ἐν τῷ μιάσματι.

ἈΝΑΓΙΝΩΣΚΟΜΕΝΟΣ

ἀντὶ τοῦ ἀναπειθόμενος Ἀντιφῶν, Ἰσαῖος, Ηρόδοτος ἐν α.

ἈΝΑΓΚΑΙΟΝ

ἀντὶ τοῦ δεσμωτήριον Ἰσαῖος ἐν τῷ πρὸς Ἕρμωνα καὶ Ξενοφῶν Ἑλληνικαῖς. Καλλισθένης δὲ ἀνώγεων εἶπεν, δεῖ μᾶλλον λέγεσθαι.

ἈΝΑΓΥΡΑΣΙΟΣ

Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. δῆμός ἐστιν Ἀναγυροῦς τῆς Ἐρεχθηΐδος φυλῆς, ἔνθεν δημότης Ἀναγυράσιος.

ἈΝΑΔΙΚΑΣΑΣΘΑΙ

τὸ ἄνωθεν δικάσασθαι: οὕτως Ἰσαῖος. ἐντεῦθεν καὶ τὸ ἈΝΑΔΙΚΟΙ ΚΡΙΣΕΙΣ, αἱ ἄνωθεν δικαζόμεναι, ὅταν ἁλῶσιν οἱ μάρτυρες ψευδομαρτυριῶν.

ἈΝΑΘΕΣΘΑΙ

Ἀντιφῶν ἐν τῷ περὶ ὁμονοίαςἀναθέσθαι δὲ ὥσπερ πεττὸν τὸν βίον οὐκ ἔστινἀντὶ τοῦ ἄνωθεν βιῶναι μετανοήσαντας ἐπὶ τῷ προτέρῳ βίῳ. εἴρηται δὲ ἐκ μεταφορᾶς τῶν πεττευομένων: Πλάτων ἐν Ἱππάρχῳ φιλοκερδεῖ.

ἈΝΑΙΡΕΘΕΙΣ

ἀντὶ τοῦ ἀναληφθεὶς καὶ τραφεὶς παῤ Ἰσοκράτει Φιλίππῳ.

ἈΝΑΙΝΕΣΘΑΙ

κοινῶς μὲν τὸ ἀρνεῖσθαι, ἰδίως δὲ ἐπὶ τῶν κατὰ τοὺς γάμους καὶ τὰ ἀφροδίσια λέγεται: Δημοσθένης ἐν τῇ ὑπὲρ Φιρμίωνος παραγραφῇ, Πλάτων Φάωνι, Μένανδρος Σικυωνίῳ.

ἈΝΑΚΑΙΑΣΙΝ

Ἰσαῖος ἐν τῷ κατὰ Διοκλέους. δῆμος φυλῆς Ἱπποθωντίδος Ἀνάκαια.

ἈΝΑΚΑΛΥΠΤΗΡΙΑ

δῶρα διδόμενα ταῖς νύμφαις παρά τε τοῦ ἀνδρὸς καὶ τῶν οἰκείων καὶ φίλων, ὅταν τὸ πρῶτον ἀνακαλύπτωνται ὥστε ὁραθῆναι τοῖς ἀνδράσι. καλεῖται δὲ τὰ αὐτὰ καὶ ἐπαύλια. ταῦτα δ̓ εἰσὶ τὰ παῤ ἡμῖν θεώρετρα.

ἈΝΑΚΕΙΟΝ

Δημοσθένης ἐν τῷ κατὰ Στεφάνου. ἱερὸν τῶν Διοσκούρων.

ἈΝΑΚΡΙΣΙΣ

ἐξέτασις ὑφ̓ ἑκάστης ἀρχῆς γινομένη πρὸ τῶν δικῶν περὶ τῶν συντεινόντων εἰς τὸν ἀγῶνα. ἐξετάζουσι δὲ καὶ εἰ ὅλως εἰσάγειν χρή. πολλάκις δέ ἐστι παρὰ τοῖς ῥήτορσιν, ὥσπερ καὶ Λυσίας ἐν τῷ πρὸς Ἀριστόδημον.

ἌΝΑΚΤΕΣ

ἌΝΑΚΤΕΣ καὶ ἌΝΑΣΣΑΙ: Ἰσοκράτης Εὐαγόρᾳ. ἔοικε δ̓ ῥήτωρ ἔθους τινὸς ἐν Κύπρῳ μνημονεύειν. Ἀριστοτέλης γοῦν ἐν τῇ Κυπρίων πολιτείᾳ φησὶκαλοῦνται δὲ υἱοὶ μὲν καὶ ἀδελφοὶ τοῦ βασιλέως ἄνακτες, αἱ δὲ ἀδελφαὶ καὶ γυναῖκες ἄνασσαι.’

ἈΝΑΞΑΓΟΡΑΣ

σοφιστὴς, Ἡγησιβούλου υἱὸς Κλαζομένιος, Ἀναξιμένους μαθητὴς Μιλησίου. νοῦς δ̓ ἐπεκαλεῖτο, ἐπεὶ ὕλην τε καὶ νοῦν πάντων φρουρὸν εἶπεν. οὗτός ἐστιν τὸν ἥλιον μύδρον εἰπὼν διάπυρον.

ἈΝΑΞΙΒΙΟΣ

Λυσίας ἐν τῷ κατὰ Θρασυβούλου. Λακεδαιμονίων δὲ ἦν στρατηγός.

ἈΝΑΠΟΔΙΖΟΜΕΝΑ

ἀντὶ τοῦ ἐξεταζόμενα, ἀντὶ τοῦ ἄνωθεν τὰ αὐτὰ πολλάκις λεγόμενα πραττόμενα Ἀντιφῶν Ἀληθείας α.

ἈΝΑΣΕΙΣΑΣ

ἀπειλησάμενος: Δημοσθένης κατ̓ Ἀριστογείτονος.

ἈΝΑΣΥΝΤΑΞΑΣ

ἀντὶ τοῦ ἄνωθεν συντάξας Ὑπερείδης κατὰ Πολυεύκτου.

ἈΝΑΤΙ

ἀντὶ τοῦ ἄνευ ἄτης, ἄνευ κακοῦ Ἰσαῖος ἐν τῷ πρὸς Ἀπολλόδωρον.

ἈΝΑΦΛΥΣΤΙΟΙ

Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. Ἀνάφλυστος δῆμος τῆς Ἀντιοχίδος. ἔνιοι δὲ ὡς πόλεως τῆς Ἀναφλύστου μνημονεύουσιν.

ἈΝΑΦΟΡΑΝ

τὸ ἀναφέρειν τὴν αἰτίαν τῶν ἁμαρτηθέντων ἐπ̓ ἄλλους Δημοσθένης ὑπὲρ Κτησιφῶντος.

ἌΝΔΗΡΑ

Ὑπερείδης ἐν τῷ κατὰ Κόνωνος. τὰ χείλη τῶν ποταμῶν ἄνδηρα λέγουσι διὰ τὸ ἀεὶ ἔνικμα καὶ διερὰ εἶναι. οἱ δὲ τὰ χώματα διὰ τὸ ἄνω καὶ καθύπερθε τῶν διερῶν εἶναι: ὧν καὶ Ὑπερείδης.

ἈΝΔΟΚΙΔΟΥ ἙΡΜΗΣ

Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχουἔπειτα τὸν Ἑρμῆν τὸν Ἀνδοκίδου καλούμενον οὐκ Ἀνδοκίδου, ἀλλ̓Αἰγηΐδος φυλῆς εἶναι ἀνάθημα.’ καὶ αὐτὸς Ἀνδοκίδης ἐν τῷ περὶ τῶν μυστηρίων ὅτι τῆς Αἰγηΐδος εἴη τὸ ἀνάθημα εἴρηκεν, ὥστε Δοῦρις αὐτοσχεδιάζει Ἀνδοκίδου αὐτὸ εἶναι λέγων.

ἈΝΔΡΑΠΟΔΟΚΑΠΗΛΟΣ

νῦν λεγόμενος σωματέμπορος, παρὰ τὸ καπηλεύειν τὰ ἀνδράποδα, ἐστι πιπράσκειν: Ἰσαῖος ἐν τῷ πρὸς Ἔρμωνα.

ἈΝΔΡΑΠΟΔΙΣΤΗΣ

Λυκοῦργος ἐν τῷ κατὰ Λυκόφρονοςθαυμάζω δ̓ ἐγὼ εἰ τοὺς ἀνδραποδιστὰς, τῶν οἰκετῶν ἡμᾶς ἀποστεροῦντα μόνον, θανάτῳ ζημιοῦμεν.’

ἈΝΔΡΕΙΑ

τῶν ἀνδρῶν ἡλικία: Ἀντιφῶν ἐν τῷ περὶ ὁμονοίας.

ἈΝΔΡΟΛΗΨΙΑ

τὸ ἁρπάζειν ἄνδρας ἔκ τινος πόλεως: ἠνεχύραζον γὰρ τὴν ἔχουσαν πόλιν τὸν ἀνδροφόνον καὶ μὴ προϊεμένην αὐτὸν εἰς τιμωρίαν. Δημοσθένης κατ̓ Ἀριστοκράτους. λέγει δὲ καὶ οὐδετέρως τὸ ἀνδρολήψιον ἐν τούτῳ.

ἌΝΔΡΩΝ

Ἀντιφῶν ἐν τῇ πρὸς τὴν Δημοσθένους γραφὴν ἀπολογίᾳ. Ἄνδρωνά φησιν εἶναι Κρατερὸς ἐν ε τῶν Ψηφισμάτων τὸν γράψαντα τὸ ψήφισμα τὸ περὶ Ἀντιφῶντος τοῦ ῥήτορος. ἦν δὲ εἷς τῶν υὁ Ἄνδρων.

ἈΝΕΛΟΥΣΑ ΓΑΡ ΤΟΝ ΝΟΜΟΝ ΤΟΥΤΟΝ ΕΚΕΙΡΟΤΟΝΗΣΕΝ ΑΥΤΗΙ

Δημοσθένης ἐν τῷ κατ̓ Ἀνδροτίωνος φησὶν, ἀσαφῶς δ̓ αὐτοῦ ἔχοντος καὶ ἐλλιπῶς ἄλλοι ἄλλως ἐξηγοῦνται. ἐν δὲ τοῖς Ἀττικιανοῖς διττὴ ἦν γραφὴ, μὲν οὕτωςἀνελοῦσα γὰρ τὸν νόμον τοῦτον ἐχειροτόνησεν αὐτήνἀντὶ τοῦ παραβᾶσα γὰρ τοῦτον τὸν νόμον διαχειροτονίαν περὶ αὐτῆς ἔδωκεν, εἰ χρὴ στεφανοῦν αὐτὴν, δ̓ ἄλληἀνελοῦσα γὰρ τὸν νόμον τοῦτον ἐχειροτόνησε λαβοῦσα ἐκεῖνον αὐτῇ.’

ἈΝΕΜΥΤΑΣ

Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. οὗτος τὸ γένος Θηβαῖος.

ἈΝΕΠΟΠΤΕΥΤΟΣ

Ὑπερείδης ἐν τῷ ὑπὲρ Φρύνης. μὴ ἐποπτεύσας. τί δὲ τὸ ἐποπτεῦσαι, δηλοῖ Φιλόχορος ἐν τῇ ι: ‘τὰ ἱερὰ οὗτος ἀδικεῖ πάντα, τά τε μυστικὰ καὶ τὰ ἐποπτικά,’ καὶ πάλινΔημητρίῳ μὲν οὖν ἴδιόν τι ἐγένετο παρὰ τοὺς ἄλλους τὸ μόνον μυηθῆναί τε ἅμα καὶ ἐποπτεῦσαι καὶ τοὺς χρόνους τῆς τελετῆς τοὺς πατρίους μετακινηθῆναι.’

ἈΝΕΣΚΕΥΑΣΑΝΥΟ

τὸ λεγόμενον ἐν τῷ βίῳ ἀναστατωθῆναι, τουτέστι τὸ ἀνασκευάσασθαι καὶ οἷον ἀπείπασθαι.

ἌΝΕΤΟΝ

ἀντὶ τοῦ ἱερὸν καὶ ἀνειμένον θεῷ τινὶ Ὑπερείδης Δηλιακῷ.

ἈΝΕΧΑΙΤΙΣΕ

Δημοσθένης ἐν τοῖς Φιλιππικοῖς ἀντὶ τοῦ ἀνέκοψεν ἀνέτρεψεν, ἐκ μεταφορᾶς τῶν ἵππων.

ἈΝΗΚΕΙ

παῤ Ἀντιφῶντι Ἀληθείας α ἀντὶ ἁπλοῦ τοῦ ἥκει, οἷον ἀνεβιβάσθη καὶ προελήλυθεν.

ἌΝΘΕΙΑ

ὅτι μὲν ἑταίρα δῆλον: μήποτε δὲ Ἄντεια γραπτέον διὰ τοῦ τ, ἐπεὶ οὕτως εὕρομεν παρὰ Λυσίᾳ.

ἈΝΘΕΜΟΚΡΙΤΟΣ

Ἰσαῖος ἐν τῷ πρὸς Καλυδῶνατο τε βαλανεῖον τὸ παῤ Ἀνθεμοκρίτου ἀνδριάντα,’ τουτέστι πρὸς ταῖς Θριασίαις πύλαις. οὗτος ἦν Ἀθηναίων μὲν κῆρυξ, ὑπὸ Μεγαρέων δ̓ ἀπεσφάγη ἀπαγορεύων αὐτοῖς τὴν ἱερὰν ταῖν θεαῖν ὀργάδα μὴ ἐπεργάζεσθαι.

ἈΝΘΕΜΟΥΣ

πόλις Μακεδονικὴ, καὶ οἱ ἀπ̓ αὐτῆς ἈΝΘΕΜΟΥΝΤΙΟΙ.

ἈΝΘΕΣΤΗΡΙΩΝ

ὄγδοος μὴν οὗτος παῤ Ἀθηναίοις, ἱερὸς Διονύσου. Ἴστρος δὲ ἐν τοῖς τῆς συναγωγῆς κεκλῆσθαί φησιν αὐτὸν διὰ τὸ πλεῖστα τῶν ἐκ γῆς ἀνθεῖν τότε.

ἈΝΘΗΝΗ

Λυσίας ἐν τῇ πρὸς τὴν Ἀριστοδήμου γραφὴν, εἰ γνήσιος. πόλις τῆς Λακωνικῆς.

ἈΝΘΥΠΩΜΟΣΑΝ

ἀντὶ τοῦ ὑπεῖπον τῇ ὑπωμοσίᾳ Δημοσθένης κατ̓ Ὀλυμπιοδώρου.

ἈΝΙΔΡΥΤΟΣ

ἀντὶ τοῦ ἀνεξίλαστος Δημοσθένης ἐν τῷ κατ̓ Ἀριστογείτονος.

ἌΝΟΙΚΟΣ

ἀντὶ τοῦ ἀοίκητος Λυκοῦργος κατὰ Λυκόφρονος.

ἈΝΤΕΠΙΤΙΘΗΣΙΝ

ἀντὶ τοῦ ἀντεπιστέλλει Ἰσαῖος ἐν τῷ πρὸς Καλλιππίδην.

ἈΝΤΙΑΤΑΙΣ

τοῖς ἀπὸ Ἀντίου πόλεως, ἥτις ἀπέχει Ῥώμης τ σταδίους.

ἈΝΤΙΒΑΒΘΕΝΤΟΣ

ἀντὶ τοῦ ὑπαγορευθέντος Δείναρχος ἐν τῇ κατὰ Πυθέου εἰσαγγελίᾳ.

ἈΝΤΙΓΕΝΙΔΑΣ

Λυσίας ἐν τῷ πρὸς Νίκαρχον τὸν αὐλητὴν, εἰ γνήσιος, υἱὸς οὗτος ἦν Διονυσίου, ἐνδοξότατος αὐλητής.

ἈΝΤΙΓΡΑΦΕΥΣ

καθιστάμενος ἐπὶ τῶν καταβαλλόντων τινὰ τῇ πόλει χρήματα, ὥστε ἀντιγράφεσθαι ταῦτα: Δημοσθένης ἐν τῷ κατ̓ Ἀνδροτίωνος καὶ Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. διττοὶ δὲ ἦσαν ἀντιγραφεῖς, μὲν τῆς διοικήσεως, ὥς φησι Φιλόχορος, δὲ τῆς βουλῆς, ὡς Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ.

ἈΝΤΙΓΡΑΦΗ

ἰδίως μὲν ἐπὶ ταῖς τῶν κλήρων διαδικασίαις ἀντιγραφὴ καλεῖται, ὅταν τις ὡς ἄπαιδος ὄντος τοῦ τετελευτηκότος ἑαυτῷ φάσκῃ προσήκειν τὸν κλῆρον κατὰ γένος δόσιν. κοινῶς δ̓ ἐν ταῖς δίκαις ταῖς δημοσίαις καὶ ταῖς ἰδίαις τὰ τῶν δικαζομένων γράμματα, ἐδίδοσαν περὶ τοῦ πράγματος, καὶ τὰ τοῦ διώκοντος καὶ τὰ τοῦ φεύγοντος, ἀντιγραφὴ, καὶ τὰ μαρτύρια: Δημοσθένης κατὰ Στεφάνου καὶ Ὑπερείδης. Πλάτων δὲ ἐν τῇ Σωκράτους ἀπολογίᾳ τὸ αὐτὸ καλεῖ ἀντωμοσίαν καὶ ἀντιγραφήν.

ἈΝΤΙΘΕΣΙΣ

Ἰσοκράτης Παναθηναϊκῷ. σχῆμα λέξεώς ἐστιν ἀντίθεσις, καθ̓ ἣν ἀντιτιθέασιν ἀλλήλοις τὰ ἐναντία ἤτοι κατὰ μέρος ἀθρόα. καὶ κατὰ μέρος μὲν, ὡς Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντοςἐδίδασκες γράμματα, ἐγὼ δ̓ ἐφοίτωνκαὶ τὰ ἑξῆς. ἀθρόως δὲ πάντων πρὸς πάντα, ὡς αὐτὸς Δημοσθένης ἐν τῷ κατὰ Μειδίου ἀπὸ τοῦ μέν γε ὑπὸ φίλουἕως τοῦβαδίζειν χορηγοῦντι.’ λέγεται δὲ καὶ ἀντίθετον τὸ αὐτὸ σχῆμα, ὡς Αἰσχίνης ἐν τῇ περὶ τῆς πρεσβείας ἀπολογίᾳ.

ἈΝΤΙΚΥΡΑ

Λυσίας ἐν τῷ πρὸς Μέδοντα. μήποτ̓ ἐπώνυμόν ἐστιν. Ἀντιφάνης ἐν τῷ περὶ ἑταιρῶν φησὶνἈντίκυραν δ̓ ἐκάλεσαν ὅτι συνέπινε παρακινοῦσι καὶ μεμηνόσιν. οἱ δὲ ὅτι ἰατρὸς αὐτῇ Νικόστρατος κατέλιπεν ἀποθνήσκων πολὺν ἐλλέβορον.’

ἈΝΤΙΟΧΙΣ

ὄνομα φυλῆς.

ἈΝΤΙΦΩΝ

εἷς τῶν ι ῥητόρων, Σωφίλου μὲν υἱὸς, ἀπὸ τοῦ δήμου δὲ Ῥαμνούσιος.

ἈΝΤΙΠΑΤΡΟΣ

Ἰολάου παῖς.

ἌΝΤΙΣΣΑ

Δημοσθένης ἐν τῷ κατ̓ Ἀριστοκράτους. μία πόλις τῶν ἐν Λέσβῳ.

ἈΝΤΡΩΝΕΣ

πόλις ἐν Θετταλίᾳ: Δημοσθένης Φιλιππικῷ.

ἈΝΤΩΜΟΣΙΑ

γράμματά τινα γράψαντες ἀποφέρουσι πρὸς τὴν ἀρχὴν οἵ τε κατηγοροῦντες καὶ οἱ κατηγορούμενοι, περὶ ὧν ἂν δίκη. καλεῖται δὲ οὕτως, ἐπειδὴ ἀντώμνυον οἱ διώκοντες καὶ οἱ φεύγοντες, οἱ μὲν ἀληθῆ κατηγορήσειν, οἱ δὲ ἀληθῆ ἀπολογήσεσθαι.

ἈΝΩΡΘΙΑΖΟΝ

Ἀνδοκίδης. ἀντὶ τοῦ ὄρθιον βοῶντες ἔλεγον. Ὅμηρος ἔνθα στᾶς᾿ ἤῦσε θεὰ μέγα τε δεινόν τε ὄρθἰ Ἀχαιοῖσιν, μέγα δὲ σθένος ἔμβαλ̓ ἑκάστῳ καρδίῃ, ἄλληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.

ἈΞΙΟΙ

ἀντὶ τοῦ νομίζει Ἀντιφῶν ὑπὲρ τῆς εἰς τὸν ἐλεύθερον παῖδα ὕβρεως καὶ Λυσίας.

ἈΞΙΟΧΟΣ

Αἰσχίνῃ τῷ Σωκρατικῷ διάλογος ἐγράφη Ἀξίοχος καλούμενος.

ἌΞΟΝΙ

οἱ Σόλωνος νόμοι ἐν ξυλίνοις ἦσαν ἄξοσι γεγραμμένοι: Δημοσθένης ἐν τῷ κατ̓ Ἀριστοκράτουςὡς ἐν τῷ ἄξονι εἴρηται.’ ἦσαν δὲ, ὥς φησι Πολέμων ἐν τοῖς πρὸς Ἐρατοσθένην, τετράγωνοι τὸ σχῆμα, διασώζονται δὲ ἐν τῷ πρυτανείῳ, γεγραμμένοι κατὰ πάντα τὰ μέρη. ποιοῦσι δ̓ ἐνίοτε φαντασίαν τρίγωνον, ὅταν ἐπὶ τὸ στενὸν κλιθῶσι τῆς γωνίας.

ἌΟΠΤΑ

ἀντὶ τοῦ ἀόρατα καὶ οὐκ ὀφθέντα, ἀλλὰ δόξαντα ὁρᾶσθαι Ἀντιφῶν Ἀληθείας α.

ἌΠΑΓΕ

ἀντὶ τοῦ ἀπαγωγῇ χρῶ: ἀπαγωγὴ δὲ εἶδός ἐστι δίκης: Δημοσθένης ἐν τῷ κατὰ Κόνωνος. ὠνόμασται δὲ ἀπὸ τοῦ ἀπάγειν, ἀπάγεσθαι δ̓ ἐπὶ τῶν κακούργων. ἀπήγοντο δὲ πρὸς τοὺς ἕνδεκα.

ἈΠΑΓΟΡΕΥΕΙΝ

ἀντὶ τοῦ κάμνειν καὶ ἀδυνάτως ἔχειν Λυσίας ἐρωτικῷ.

ἈΠΑΘΗ

ἀντὶ τοῦ τὰ μὴ ὡς ἀληθῶς γεγονότα πάθη Ἀντιφῶν Ἀληθείας α.

ἈΠΑΡΙΘΜΩΝ

ἀντὶ τοῦ ἀποπληρῶν ἀριθμὸν Ἰσοκράτης. Φιλίππῳ.

ἈΠΑΡΤΙΛΟΓΙΑ

Λυσίας ἐν τῷ πρὸς Ἀρέσανδρον καὶ Ἡρόδοτος ἀντὶ τοῦ ἀπηρτισμένος καὶ πλήρης ἀριθμός.

ἈΠΑΤΟΥΡΙΑ

Δημοσθένης ἐν τῷ πρὸς Βοιωτόν. ἑορτή ἐστι παῤ Ἀθηναίοις, ἣν ἄγουσι Πυανεψιῶνι ἐφ̓ ἡμέρας δ, ὥς φασιν οἱ τὰ περὶ ἑορτῶν γράψαντες. πόθεν δ̓ ἐκλήθη ἄλλοι τε πολλοὶ εἰρήκασι καὶ Ἔφορος ἐν β, ὡς διὰ τὴν ὑπὲρ τῶν ὁρίων ἀπάτην γενομένην, ὅτι Ἀθηναίων πολεμούντων πρὸς Βοιωτοὺς ὑπὲρ τῆς Μελανίας χώρας Μέλανθος τῶν Ἀθηναίων βασιλεὺς Ξάνθον τὸν Θηβαίων μονομαχῶν ἀπατήσας ἀπέκτεινεν.

ἈΠΕΙΠΕΙΝ ἀντὶ

ἈΠΕΙΠΕΙΝ ἀντὶ τοῦ ἀποκαμεῖν καὶ ἀδυνατῆσαι Ἀντιφῶν ἐν τῷ περὶ τοῦ Λινδίων φόρου. καὶ ἀντὶ τοῦ ἀπαρνήσασθαι παρὰ τῷ αὐτῷ.

ἈΠΕΡΓΑΣΑΜΕΝΟΣ

ἀντὶ τοῦ ἀποδοὺς ἐκ τῶν ἔργων ὧν εἰργάσατο Ἰσαῖος ἐν τῷ πρὸς Ἀπολλόδωρον.

ἈΠΕΣΧΟΙΝΙΣΜΕΝΟΣ

Δημοσθένης ἐν τῷ κατ̓ Ἀριστογείτονος α ἀντὶ τοῦ ἀποκεκλεισμένος: ὅταν γὰρ βουλὴ περισχοινίσηται, ὡς αὐτός φησι, τότε οἱ ἄλλοι πάντες εἰσὶν ἀπεσχοινισμένοι.

ἈΠΗΑΟΗΜΕΝΟΣ

ἀπὸ τῆς ἅλω συγκεκομισμένος μετὰ τὸ ἀλοηθῆναι, ἐστι πατηθῆναι: Δημοσθένης ἐν τῷ πρὸς Φαίνιππον.

ἈΠΗΧΕΙΑ

ἀντὶ τοῦ ἀπέχθεια Λυσίας πρὸς Μέδοντα καὶ Δείναρχος κατὰ Κηφισοκλέους.

ἈΠΙΛΛΕΙΝ

Λυσίας ἐν τῇ κατὰ Θεομνήστου, εἰ γνήσιος, ‘ἀποκλείειν νομίζεται.’

ἈΠΙΣΤΕΙΝ

ἀντὶ τοῦ ἀπειθεῖν Ἀντιφῶν κατὰ Λαισποδίου, Ἰσοκράτης ἐν τῇ ἐπιστολῇ τῇ πρὸς Φίλιππον. λέγουσι δὲ καὶ ἈΠΙΣΤΙΑΝ τὴν ἀπείθειαν, ὡς Δημοσθένης ἐν θ Φιλιππικῶν καὶ ἄλλοι πολλοί.

ἈΠΛΑΣ

Δημοσθένης κατὰ Κόνωνος. Καλλίστρατός φησι τὰ μονόπελμα τῶν ὑποδημάτων οὕτω καλεῖσθαι. Στράττις Λημνομέδᾳὑποδήματα σαυτῷ πρίασθαι τῶν ἁπλῶν.’

ἈΠΟΒΑΤΗΣ καὶ ἈΠΟΒΑΙΝΕΙΝ

ἈΠΟΒΑΤΗΣ καὶ ἈΠΟΒΑΙΝΕΙΝ καὶ ἈΠΟΒΑΤΙΚΟΙ ΤΡΟΧΟΙ: Δείναρχος κατὰ Φορμισίου καὶ ἐν τῇ πρὸς Ἀντιφάνην ἀπολογίᾳ, Λυκοῦργός τε ἐν τῇ πρὸς Δημάδην ἀπολογίᾳ. ἀποβάτης ἱππικόν τι ἀγώνισμα, καὶ ἀποβῆναι τὸ ἀγωνίσασθαι τὸν ἀποβάτην, καὶ ἀποβατικοὶ τροχοὶ οἱ ἀπὸ τούτου τοῦ ἀγωνίσματος. τὰ δ̓ ἐν αὐτῷ γινόμενα δηλοῖ Θεόφραστος ἐν τῷ κ τῶν Νόμων. χρῶνται δὲ, φησὶ, τούτῳ μόνοι τῶν Ἑλλήνων Ἀθηναῖοι καὶ Βοιωτοί.

ἈΠΟΓΡΑΦΗ

ὅταν τις λέγῃ τινὰ ἔχειν τι τῶν τῆς πόλεως, ἀπογραφὴν ποιεῖται ἐναγόμενος, δηλῶν πόθεν ἔχει τὰ χρήματα καὶ πόσα ταῦτα εἴη. μήποτε δὲ καὶ εἶδός τι δίκης ἐστὶν ἀπογραφή: εἰ γὰρ ἀρνοῖτό τις μὴ ἔχειν, ἀπογραφῆς ἐκρίνετο ὡς οὐκ ὀρθῶς γεγενημένης τῆς ἀπογραφῆς: Δημοσθένης κατ̓ Ἀνδροτίωνος. τί δὲ ἦν τὸ κινδύνευμα τῷ τὴν ἀπογραφὴν ποιουμένῳ, ἐν τῷ Δημοσθένους πρὸς Νικόστρατον περὶ τῶν Ἀρεθουσίου ἀνδραπόδων, εἰ γνήσιος, δῆλον γίνεται.

ἈΠΟΔΕΚΤΑΙ

ἀρχή τίς ἐστι παῤ Ἀθηναίοις οἱ ἀποδέκται, ἧς πολλάκις μνημονεύουσιν οἱ ῥήτορος καὶ οἱ κωμικοί. Ἀριστοτέλης δ̓ ἐν τῇ Ἀθηναίων πολιτείᾳ δεδήλωκεν ὡς δέκα τε εἴησαν, καὶ ὡς παραλαβόντες τὰ γραμματεῖα ἀπαλείφουσι τὰ καταβαλλόμενα χρήματα τῆς βουλῆς ἐναντίον ἐν τῷ βουλευτηρίῳ, καὶ πάλιν ἀποδιδόασι τὰ γραμματεῖα τῷ δημοσίῳ: καὶ ἁπλῶς πράττουσι διασαφεῖ. ὅτι δὲ ἀντὶ τῶν κωλακρετῶν οἱ ἀποδέκται ὑπὸ Κλεισθένους ἀπεδείχθησαν, Ἀνδροτίων β.

ἈΠΟΔΙΔΟΜΕΝΟΙ

Ἀντιφῶν ἐν τῷ περὶ τοῦ Σαμοθρᾳκῶν φόρου ἀντὶ τοῦ ἀποδιδόντες. ἑξῆς δέ φησινἀποδιδόμεθαἤτοι ἀντὶ τοῦ ἀποδίδομεν ἀντὶ τοῦ πιπράσκομεν.

ἈΠΟΙΚΙΑ

ἰδίως τὰ γράμματα καθ̓ ἀποικοῦσί τινες οὕτως ὠνόμασαν: Ὑπερείδης Δηλιακῷ.

ἈΠΟΙΚΟΔΟΜΕΙΣ

ἀντὶ τοῦ ἀποφράττεις ἀπολαβών τινα οἰκοδομήματι Δημοσθένης ἐν τῷ πρὸς Καλλικλέα.

ἈΠΟΚΗΡΥΤΤΟΝΤΕΣ

ἀντὶ τοῦ πιπράσκοντες Δημοσθένης κατ̓ Ἀριστοκράτους. Πλάτων Πρέσβεσισκευάρια δὴ κλέψας ἀπεκήρυξ̓ ἐκφέρων,’ ἐπώλησεν.

ἈΠΟΚΡΙΣΙΣ

ἀπολογία: Λυσίας. καὶ Δημοσθένης κατ̓ Αἰσχίνουἀπόκριναι γὰρ δεῦρο παρελθών μοι.’ Εὔπολις Πόλεσιν ὡς ὑμῖν πάντως ἐγὼ ἀποκρινοῦμαι πρὸς τὰ κατηγορούμενα.

ἈΠΟΛΑΧΕΙΝ

ἀντὶ ἁπλοῦ τοῦ λαχεῖν Ἀντιφῶν ἐν τῷ κατὰ Φιλίνου, Λυσίας κατὰ Ποσειδίππου. Ἀριστοφάνης Ταγηνισταῖς οὐ μὴν γε σὸς ἀδελφὸς οὑ ἀπελάγχανεν.

ἈΠΟΛΕΛΟΙΠΟΤΕΣ

ἀντὶ τοῦ νενικηκότες. μεταφορὰ ἀπὸ τῶν