previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐκ δὲ τόθεν τρηχεῖαι ἀνηέρθησαν ἄελλαι
ἤμαθ᾽ ὁμοῦ νύκτας τε δυώδεκα, τοὺς δὲ καταῦθι
1080ναυτίλλεσθαι ἔρυκον. ἐπιπλομένῃ δ᾽ ἐνὶ νυκτὶ
ὧλλοι μέν ῥα πάρος δεδμημένοι εὐνάζοντο
ὕπνῳ ἀριστῆες πύματον λάχος: αὐτὰρ Ἄκαστος
Μόψος τ᾽ Ἀμπυκίδης ἀδινὰ κνώσσοντας ἔρυντο.
δ᾽ ἄρ᾽ ὑπὲρ ξανθοῖο καρήατος Αἰσονίδαο
1085πωτᾶτ᾽ ἀλκυονὶς λιγυρῇ ὀπὶ θεσπίζουσα
λῆξιν ὀρινομένων ἀνέμων: συνέηκε δὲ Μόψος
ἀκταίης ὄρνιθος ἐναίσιμον ὄσσαν ἀκούσας.
καὶ τὴν μὲν θεὸς αὖτις ἀπέτραπεν, ἷζε δ᾽ ὕπερθεν
νηίου ἀφλάστοιο μετήορος ἀίξασα.
1090τὸν δ᾽ ὅγε κεκλιμένον μαλακοῖς ἐνὶ κώεσιν οἰῶν.
κινήσας ἀνέγειρε παρασχεδόν, ὧδέ τ᾽ ἔειπεν:
Αἰσονίδη, χρειώ σε τόδ᾽ ἱερὸν εἰσανιόντα
Δινδύμου ὀκριόεντος ἐύθρονον ἱλάξασθαι
μητέρα συμπάντων μακάρων: λήξουσι δ᾽ ἄελλαι
1095ζαχρηεῖς: τοίην γὰρ ἐγὼ νέον ὄσσαν ἄκουσα
ἀλκυόνος ἁλίης, τε κνώσσοντος ὕπερθεν
σεῖο πέριξ τὰ ἕκαστα πιφαυσκομένη πεπότηται.
ἐκ γὰρ τῆς ἄνεμοί τε θάλασσά τε νειόθι τε χθὼν
πᾶσα πεπείρανται νιφόεν θ᾽ ἕδος Οὐλύμποιο:
1100καί οἱ, ὅτ᾽ ἐξ ὀρέων μέγαν οὐρανὸν εἰσαναβαίνῃ,
Ζεὺς αὐτὸς Κρονίδης ὑποχάζεται. ὧς δὲ καὶ ὧλλοι
ἀθάνατοι μάκαρες δεινὴν θεὸν ἀμφιέπουσιν.’
ὧς φάτο: τῷ δ᾽ ἀσπαστὸν ἔπος γένετ᾽ εἰσαΐοντι.
ὤρνυτο δ᾽ ἐξ εὐνῆς κεχαρημένος: ὦρσε δ᾽ ἑταίρους
1105πάντας ἐπισπέρχων, καί τέ σφισιν ἐγρομένοισιν
Ἀμπυκίδεω Μόψοιο θεοπροπίας ἀγόρευεν.
αἶψα δὲ κουρότεροι μὲν ἀπὸ σταθμῶν ἐλάσαντες
ἔνθεν ἐς αἰπεινὴν ἄναγον βόας οὔρεος ἄκρην.
οἱ δ᾽ ἄρα λυσάμενοι Ἱερῆς ἐκ πείσματα πέτρης
1110ἤρεσαν ἐς λιμένα Θρηίκιον: ἂν δὲ καὶ αὐτοὶ
βαῖνον, παυροτέρους ἑτάρων ἐν νηὶ λιπόντες.
τοῖσι δὲ Μακριάδες σκοπιαὶ καὶ πᾶσα περαίη
Θρηικίης ἐνὶ χερσὶν ἑαῖς προυφαίνετ᾽ ἰδέσθαι:
φαίνετο δ᾽ ἠερόεν στόμα Βοσπόρου ἠδὲ κολῶναι
1115Μυσίαι: ἐκ δ᾽ ἑτέρης ποταμοῦ ῥόος Αἰσήποιο
ἄστυ τε καὶ πεδίον Νηπήιον Ἀδρηστείης.
ἔσκε δέ τι στιβαρὸν στύπος ἀμπέλου ἔντροφον ὕλῃ,
πρόχνυ γεράνδρυον: τὸ μὲν ἔκταμον, ὄφρα πέλοιτο
δαίμονος οὐρείης ἱερὸν βρέτας: ἔξεσε δ᾽ Ἄργος
1120εὐκόσμως, καὶ δή μιν ἐπ᾽ ὀκριόεντι κολωνῷ
ἵδρυσαν φηγοῖσιν ἐπηρεφὲς ἀκροτάτῃσιν,
αἵ ῥά τε πασάων πανυπέρταται ἐρρίζωνται.
βωμὸν δ᾽ αὖ χέραδος παρενήνεον: ἀμφὶ δὲ φύλλοις
στεψάμενοι δρυΐνοισι θυηπολίης ἐμέλοντο
1125μητέρα Δινδυμίην πολυπότνιαν ἀγκαλέοντες,
ἐνναέτιν Φρυγίης, Τιτίην θ᾽ ἅμα Κύλληνόν τε,
οἳ μοῦνοι πολέων μοιρηγέται ἠδὲ πάρεδροι
μητέρος Ἰδαίης κεκλήαται, ὅσσοι ἔασιν
δάκτυλοι Ἰδαῖοι Κρηταιέες, οὕς ποτε νύμφη
1130Ἀγχιάλη Δικταῖον ἀνὰ σπέος ἀμφοτέρῃσιν
δραξαμένη γαίης Οἰαξίδος ἐβλάστησεν.
πολλὰ δὲ τήνγε λιτῇσιν ἀποστρέψαι ἐριώλας
Λἰσονίδης γουνάζετ᾽ ἐπιλλείβων ἱεροῖσιν
αἰθομένοις: ἄμυδις δὲ νέοι Ὀρφῆος ἀνωγῇ
1135σκαίροντες βηταρμὸν ἐνόπλιον ὠρχήσαντο,
καὶ σάκεα ξιφέεσσιν ἐπέκτυπον, ὥς κεν ἰωὴ
δύσφημος πλάζοιτο δι᾽ ἠέρος, ἣν ἔτι λαοὶ
κηδείῃ βασιλῆος ἀνέστενον. ἔνθεν ἐσαιεὶ
ῥόμβῳ καὶ τυπάνῳ Ῥείην Φρύγες ἱλάσκονται.
1140 δέ που εὐαγέεσσιν ἐπὶ φρένα θῆκε θυηλαῖς
ἀνταίη δαίμων: τὰ δ᾽ ἐοικότα σήματ᾽ ἔγεντο.
δένδρεα μὲν καρπὸν χέον ἄσπετον, ἀμφὶ δὲ ποσσὶν
αὐτομάτη φύε γαῖα τερείνης ἄνθεα ποίης.
θῆρες δ᾽ εἰλυούς τε κατὰ ξυλόχους τε λιπόντες
1145οὐρῇσιν σαίνοντες ἐπήλυθον. δὲ καὶ ἄλλο
θῆκε τέρας: ἐπεὶ οὔτι παροίτερον ὕδατι νᾶεν
Δίνδυμον: ἀλλά σφιν τότ᾽ ἀνέβραχε διψάδος αὔτως
ἐκ κορυφῆς ἄλληκτον: Ἰησονίην δ᾽ ἐνέπουσιν
κεῖνο ποτὸν κρήνην περιναιέται ἄνδρες ὀπίσσω.
1150καὶ τότε μὲν δαῖτ᾽ ἀμφὶ θεᾶς θέσαν οὔρεσιν Ἄρκτων,
μέλποντες Ῥείην πολυπότνιαν: αὐτὰρ ἐς ἠὼ
ληξάντων ἀνέμων νῆσον λίπον εἰρεσίῃσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (George W. Mooney, 1912)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: