previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


580    αὐτίκα δ᾽ ἠερίη πολυλήιος αἶα Πελασγῶν
δύετο, Πηλιάδας δὲ παρεξήμειβον ἐρίπνας
αἰὲν ἐπιπροθέοντες: ἔδυνε δὲ Σηπιὰς ἄκρη,
φαίνετο δ᾽ εἰναλίη Σκίαθος, φαίνοντο δ᾽ ἄπωθεν
Πειρεσιαὶ Μάγνησά θ᾽ ὑπεύδιος ἠπείροιο
585ἀκτὴ καὶ τύμβος Δολοπήιος: ἔνθ᾽ ἄρα τοίγε
ἑσπέριοι ἀνέμοιο παλιμπνοίῃσιν ἔκελσαν,
καί μιν κυδαίνοντες ὑπὸ κνέφας ἔντομα μήλων
κεῖαν, ὀρινομένης ἁλὸς οἴδματι: διπλόα δ᾽ ἀκταῖς
ἤματ᾽ ἐλινύεσκον: ἀτὰρ τριτάτῳ προέηκαν
590νῆα, τανυσσάμενοι περιώσιον ὑψόθι λαῖφος.
τὴν δ᾽ ἀκτὴν Ἀφέτας Ἀργοῦς ἔτι κικλήσκουσιν.
ἔνθεν δὲ προτέρωσε παρεξέθεον Μελίβοιαν.
ἀκτήν τ᾽ αἰγιαλόν τε δυσήνεμον εἰσορόωντες.
ἠῶθεν δ᾽ Ὁμόλην αὐτοσχεδὸν εἰσορόωντες
595πόντῳ κεκλιμένην παρεμέτρεον: οὐδ᾽ ἔτι δηρὸν
μέλλον ὑπὲκ ποταμοῖο βαλεῖν Ἀμύροιο ῥέεθρα.
κεῖθεν δ᾽ Εὐρυμενάς τε πολυκλύστους τε φάραγγας
Ὄσσης Οὐλύμποιό τ᾽ ἐσέδρακον: αὐτὰρ ἔπειτα
κλίτεα Παλλήναια, Καναστραίην ὑπὲρ ἄκρην,
600ἤνυσαν ἐννύχιοι πνοιῇ ἀνέμοιο θέοντες.
ἦρι δὲ νισσομένοισιν Ἄθω ἀνέτελλε κολώνη
Θρηικίη, τόσσον ἀπόπροθι Λῆμνον ἐοῦσαν,
ὅσσον ἐς ἔνδιόν κεν ἐύστολος ὁλκὰς ἀνύσσαι,
ἀκροτάτῃ κορυφῇ σκιάει, καὶ ἐσάχρι Μυρίνης.
605τοῖσιν δ᾽ αὐτῆμαρ μὲν ἄεν καὶ ἐπι κνέφας οὖρος
πάγχυ μάλ᾽ ἀκραής, τετάνυστο δὲ λαίφεα νηός.
αὐτὰρ ἅμ᾽ ἠελίοιο βολαῖς ἀνέμοιο λιπόντος
εἰρεσίῃ κραναὴν Σιντηίδα Λῆμνον ἵκοντο.
ἔνθ᾽ ἄμυδις πᾶς δῆμος ὑπερβασίῃσι γυναικῶν
610νηλειῶς δέδμητο παροιχομένῳ λυκάβαντι.
δὴ γὰρ κουριδίας μὲν ἀπηνήναντο γυναῖκας
ἀνέρες ἐχθήραντες, ἔχον δ᾽ ἐπὶ ληιάδεσσιν
τρηχὺν ἔρον, ἃς αὐτοὶ ἀγίνεον ἀντιπέρηθεν
Θρηικίην δῃοῦντες: ἐπεὶ χόλος αἰνὸς ὄπαζεν
615Κύπιδος, οὕνεκά μιν γεράων ἐπὶ δηρὸν ἄτισσαν.
μέλεαι, ζήλοιό τ᾽ ἐπισμυγερῶς ἀκόρητοι.
οὐκ οἶον σὺν τῇσιν ἑοὺς ἔρραισαν ἀκοίτας
ἀμφ᾽ εὐνῇ, πᾶν δ᾽ ἄρσεν ὁμοῦ γένος, ὥς κεν ὀπίσσω
μήτινα λευγαλέοιο φόνου τίσειαν ἀμοιβήν.
620οἴη δ᾽ ἐκ πασέων γεραροῦ περιφείσατο πατρὸς
Ὑψιπύλεια Θόαντος, δὴ κατὰ δῆμον ἄνασσεν:
λάρνακι δ᾽ ἐν κοίλῃ μιν ὕπερθ᾽ ἁλὸς ἧκε φέρεσθαι,
αἴ κε φύγῃ. καὶ τὸν μὲν ἐς Οἰνοίην ἐρύσαντο
πρόσθεν, ἀτὰρ Σίκινόν γε μεθύστερον αὐδηθεῖσαν
625νῆσον, ἐπακτῆρες, Σικίνου ἄπο, τόν ῥα Θόαντι
νηιὰς Οἰνοίη νύμφη τέκεν εὐνηθεῖσα.
τῇσι δὲ βουκόλιαί τε βοῶν χάλκειά τε δύνειν
τεύχεα, πυροφόρους τε διατμήξασθαι ἀροὔρας
ῥηίτερον πάσῃσιν Ἀθηναίης πέλεν ἔργων,
630οἷς αἰεὶ τὸ πάροιθεν ὁμίλεον. ἀλλὰ γὰρ ἔμπης
θαμὰ δὴ πάπταινον ἐπὶ πλατὺν ὄμμασι πόντον
δείματι λευγαλέῳ, ὁπότε Θρήικες ἴασιν.
τῶ καὶ ὅτ᾽ ἐγγύθι νήσου ἐρεσσομένην ἴδον Ἀργώ,
αὐτίκα πασσυδίῃ πυλέων ἔκτοσθε Μυρίνης
635δήια τεύχεα δῦσαι ἐς αἰγιαλὸν προχέοντο,
Θυιάσιν ὠμοβόροις ἴκελαι: φὰν γάρ που ἱκάνειν
Θρήικας: δ᾽ ἅμα τῇσι Θοαντιὰς Ὑψιπύλεια
δῦν᾽ ἐνὶ τεύχεσι πατρός. ἀμηχανίῃ δ᾽ ἐχέοντο
ἄφθογγοι: τοῖόν σφιν ἐπὶ δέος ᾐωρεῖτο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (George W. Mooney, 1912)
hide References (3 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Philoctetes, 516
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: