previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὧς ἔφατ᾽: ἐν δ᾽ ἀγορὴ πλῆτο θρόου. εὔαδε γάρ σφιν
μῦθος. ἀτὰρ μετὰ τήνγε παρασχεδὸν αὖτις ἀνῶρτο
Ὑψιπύλη, καὶ τοῖον ὑποβλήδην ἔπος ηὔδα:
700    εἰ μὲν δὴ πάσῃσιν ἐφανδάνει ἥδε μενοινή,
ἤδη κεν μετὰ νῆα καὶ ἄγγελον ὀτρύναιμι.’
ῥα, καὶ Ἰφινόην μετεφώνεεν ἆσσον ἐοῦσαν:
ὄρσο μοι, Ἰφινόη, τοῦδ᾽ ἀνέρος ἀντιόωσα,
ἡμέτερόνδε μολεῖν, ὅστις στόλου ἡγεμονεύει,
705ὄφρα τί οἱ δήμοιο ἔπος θυμῆρες ἐνίσπω:
καὶ δ᾽ αὐτοὺς γαίης τε καὶ ἄστεος, αἴ κ᾽ ἐθέλωσιν,
κέκλεο θαρσαλέως ἐπιβαινέμεν εὐμενέοντας.’
, καὶ ἔλυσ᾽ ἀγορήν, μετὰ δ᾽ εἰς ἑὸν ὦρτο νέεσθαι.
ὧς δὲ καὶ Ἰφινόη Μινύας ἵκεθ᾽: οἱ δ᾽ ἐρέεινον,
710χρεῖος τι φρονέουσα μετήλυθεν. ὦκα δὲ τούσγε
πασσυδίῃ μύθοισι προσέννεπεν ἐξερέοντας:
κούρη τοί μ᾽ ἐφέηκε Θοαντιὰς ἐνθάδ᾽ ἰοῦσαν,
Ὑψιπύλη, καλέειν νηὸς πρόμον, ὅστις ὄρωρεν,
ὄφρα τί οἱ δήμοιο ἔπος θυμῆρες ἐνίσπῃ:
715καὶ δ᾽ αὐτοὺς γαίης τε καὶ ἄστεος, αἴ κ᾽ ἐθέλητε,
κέκλεται αὐτίκα νῦν ἐπιβαινέμεν εὐμενέοντας.’
ὧς ἄρ᾽ ἔφη: πάντεσσι δ᾽ ἐναίσιμος ἥνδανε μῦθος.
Υψιπύλην δ᾽ εἴσαντο καταφθιμένοιο Θόαντος
τηλυγέτην γεγαυῖαν ἀνασσέμεν: ὦκα δὲ τόνγε
720πέμπον ἴμεν, καὶ δ᾽ αὐτοὶ ἐπεντύνοντο νέεσθαι.
αὐτὰρ ὅγ᾽ ἀμφ᾽ ὤμοισι θεᾶς Τριτωνίδος ἔργον,
δίπλακα πορφυρέην περονήσατο, τήν οἱ ὄπασσεν
Παλλάς, ὅτε πρῶτον δρυόχους ἐπεβάλλετο νηὸς
Ἀργοῦς, καὶ κανόνεσσι δάε ζυγὰ μετρήσασθαι.
725τῆς μὲν ῥηίτερόν κεν ἐς ἠέλιον ἀνιόντα
ὄσσε βάλοις, κεῖνο μεταβλέψειας ἔρευθος.
δὴ γάρ τοι μέσση μὲν ἐρευθήεσσ᾽ ἐτέτυκτο,
ἄκρα δὲ πορφυρέη πάντῃ πέλεν: ἐν δ᾽ ἄρ᾽ ἑκάστῳ
τέρματι δαίδαλα πολλὰ διακριδὸν εὖ ἐπέπαστο.
730    ἐν μὲν ἔσαν Κύκλωπες ἐπ᾽ ἀφθίτῳ ἥμενοι ἔργῳ,
Ζηνὶ κεραυνὸν ἄνακτι πονεύμενοι: ὃς τόσον ἤδη
παμφαίνων ἐτέτυκτο, μιῆς δ᾽ ἔτι δεύετο μοῦνον
ἀκτῖνος, τὴν οἵδε σιδηρείῃς ἐλάασκον
σφύρῃσιν, μαλεροῖο πυρὸς ζείουσαν ἀυτμήν.
735    ἐν δ᾽ ἔσαν Ἀντιόπης Ἀσωπίδος υἱέε δοιώ,
Ἀμφίων καὶ Ζῆθος: ἀπύργωτος δ᾽ ἔτι Θήβη
κεῖτο πέλας, τῆς οἵγε νέον βάλλοντο δομαίους
ἱέμενοι. Ζῆθος μὲν ἐπωμαδὸν ἠέρταζεν
οὔρεος ἠλιβάτοιο κάρη, μογέοντι ἐοικώς:
740Ἀμφίων δ᾽ ἐπί οἱ χρυσέῃ φόρμιγγι λιγαίνων
ἤιε, δὶς τόσση δὲ μετ᾽ ἴχνια νίσσετο πέτρη
ἑξείης δ᾽ ἤσκητο βαθυπλόκαμος Κυθέρεια
Ἄρεος ὀχμάζουσα θοὸν σάκος: ἐκ δέ οἱ ὤμου
πῆχυν ἔπι σκαιὸν ξυνοχὴ κεχάλαστο χιτῶνος
745νέρθεν ὑπὲκ μαζοῖο: τὸ δ᾽ ἀντίον ἀτρεκὲς αὔτως
χαλκείῃ δείκηλον ἐν ἀσπίδι φαίνετ᾽ ἰδέσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (George W. Mooney, 1912)
hide References (2 total)
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: