previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


οὐδ᾽ Ἀλόπῃ μίμνον πολυλήιοι Ἑρμείαο
υἱέες εὖ δεδαῶτε δόλους, Ἔρυτος καὶ Ἐχίων,
τοῖσι δ᾽ ἐπὶ τρίτατος γνωτὸς κίε νισσομένοισιν
Αἰθαλίδης: καὶ τὸν μὲν ἐπ᾽ Ἀμφρυσσοῖο ῥοῇσιν
55Μυρμιδόνος κούρη Φθιὰς τέκεν Εὐπολέμεια:
τὼ δ᾽ αὖτ᾽ ἐκγεγάτην Μενετηίδος Ἀντιανείρης.
ἤλυθε δ᾽ ἀφνειὴν προλιπὼν Γυρτῶνα Κόρωνος
Καινεΐδης, ἐσθλὸς μέν, ἑοῦ δ᾽ οὐ πατρὸς ἀμείνων.
Καινέα γὰρ ζῶόν περ ἔτι κλείουσιν ἀοιδοὶ
60Κενταύροισιν ὀλέσθαι, ὅτε σφέας οἶος ἀπ᾽ ἄλλων
ἤλασ᾽ ἀριστήων: οἱ δ᾽ ἔμπαλιν ὁρμηθέντες
οὔτε μιν ἐγκλῖναι προτέρω σθένον, οὔτε δαΐξαι:
ἀλλ᾽ ἄρρηκτος ἄκαμπτος ἐδύσετο νειόθι γαίης,
θεινόμενος στιβαρῇσι καταΐγδην ἐλάτῃσιν.
65    ἤλυθε δ᾽ αὖ Μόψος Τιταρήσιος, ὃν περὶ πάντων
Λητοΐδης ἐδίδαξε θεοπροπίας οἰωνῶν:
ἠδὲ καὶ Εὐρυδάμας Κτιμένου πάις: ἄγχι δὲ λίμνης
Ξυνιάδος Κτιμένην Δολοπηίδα ναιετάασκεν.
καὶ μὴν Ἄκτωρ υἷα Μενοίτιον ἐξ Ὀπόεντος
70ὦρσεν, ἀριστήεσσι σὺν ἀνδράσιν ὄφρα νέοιτο.
εἵπετο δ᾽ Εὐρυτίων τε καὶ ἀλκήεις Ἐρυβώτης,
υἷες μὲν Τελέοντος, δ᾽ Ἴρου Ἀκτορίδαο:
ἤτοι μὲν Τελέοντος ἐυκλειὴς Ἐρυβώτης,
Ἴρου δ᾽ Εὐρυτίων. σὺν καὶ τρίτος ἦεν Ὀιλεύς,
75ἔξοχος ἠνορέην καὶ ἐπαΐξαι μετόπισθεν
εὖ δεδαὼς δῄοισιν, ὅτε κλίνωσι φάλαγγας.
αὐτὰρ ἀπ᾽ Εὐβοίης Κάνθος κίε, τόν ῥα Κάνηθος
πέμπεν Ἀβαντιάδης λελιημένον: οὐ μὲν ἔμελλεν
νοστήσειν Κήρινθον ὑπότροπος. αισα γὰρ ἦεν
80αὐτὸν ὁμῶς Μόψον τε δαήμονα μαντοσυνάων
πλαγχθέντας Λιβύης ἐνὶ πείρασι δῃωθῆναι,
ὡς οὐκ ἀνθρώποισι κακὸν μήκιστον ἐπαυρεῖν,
ὁππότε κἀκείνους Λιβύῃ ἔνι ταρχύσαντο,
τόσσον ἑκὰς Κόλχων, ὅσσον τέ περ ἠελίοιο
85μεσσηγὺς δύσιές τε καὶ ἀντολαὶ εἰσορόωνται.
τῷ δ᾽ ἄρ᾽ ἐπὶ Κλυτίος τε καὶ Ἴφιτος ἠγερέθοντο,
Οἰχαλίης ἐπίουροι, ἀπηνέος Εὐρύτου υἷες,
Εὐρύτου, πόρε τόξον Ἑκηβόλος: οὐδ᾽ ἀπόνητο
δωτίνης: αὐτῷ γὰρ ἑκὼν ἐρίδηνε δοτῆρι.
90    τοῖσι δ᾽ ἐπ᾽ Αἰακίδαι μετεκίαθον: οὐ μὲν ἅμ᾽ ἄμφω,
οὐδ᾽ ὁμόθεν: νόσφιν γὰρ ἀλευάμενοι κατένασθεν
Αἰγίνης, ὅτε Φῶκον ἀδελφεὸν ἐξενάριξαν
ἀφραδίῃ. Τελαμὼν μὲν ἐν Ἀτθίδι νάσσατο νήσῳ:
Πηλεὺς δὲ Φθίῃ ἐνὶ δώματα ναῖε λιασθείς.
95    τοῖς δ᾽ ἐπὶ Κεκροπίηθεν ἀρήιος ἤλυθε Βούτης,
παῖς ἀγαθοῦ Τελέοντος, ἐυμμελίης τε Φάληρος.
Ἄλκων μιν προέηκε πατὴρ ἑός: οὐ μὲν ἔτ᾽ ἄλλους
γήραος υἷας ἔχεν βιότοιό τε κηδεμονῆας.
ἀλλά τηλύγετόν περ ὁμῶς καὶ μοῦνον ἐόντα
100πέμπεν, ἵνα θρασέεσσι μεταπρέποι ἡρώεσσιν.
Θησέα δ᾽, ὃς περὶ πάντας Ἐρεχθεΐδας ἐκέκαστο,
Ταιναρίην ἀίδηλος ὑπὸ χθόνα δεσμὸς ἔρυκεν,
Πειρίθῳ ἑσπόμενον κοινὴν ὁδόν: τέ κεν ἄμφω
ῥηίτερον καμάτοιο τέλος πάντεσσιν ἔθεντο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (George W. Mooney, 1912)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: