previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἴσκεν, ἀμαλδύνουσα φόνου τέλος, οἷον ἐτύχθη
835ἀνδράσιν: αὐτὰρ τήνγε παραβλήδην προσέειπεν
Ὑψιπύλη, μάλα κεν θυμηδέος ἀντιάσαιμεν
χρησμοσύνης, ἣν ἄμμι σέθεν χατέουσιν ὀπάζεις.
εἶμι δ᾽ ὑπότροπος αὖτις ἀνὰ πτόλιν, εὖτ᾽ ἂν ἕκαστα
ἐξείπω κατὰ κόσμον. ἀνακτορίη δὲ μελέσθω
840σοίγ᾽ αὐτῇ καὶ νῆσος: ἔγωγε μὲν οὐκ ἀθερίζων
χάζομαι, ἀλλά με λυγροὶ ἐπισπέρχουσιν ἄεθλοι.’
, καὶ δεξιτερῆς χειρὸς θίγεν: αἶψα δ᾽ ὀπίσσω
βῆ ῥ᾽ ἴμεν, ἀμφὶ δὲ τόνγε νεήνιδες ἄλλοθεν ἄλλαι
μυρίαι εἱλίσσοντο κεχαρμέναι, ὄφρα πυλάων
845ἐξέμολεν. μετέπειτα δ᾽ ἐυτροχάλοισιν ἀμάξαις
ἀκτὴν εἰσαπέβαν, ξεινήια πολλὰ φέρουσαι,
μῦθον ὅτ᾽ ἤδη πάντα διηνεκέως ἀγόρευσεν,
τόν ῥα καλεσσαμένη διεπέφραδεν Ὑψιπύλεια:
καὶ δ᾽ αὐτοὺς ξεινοῦσθαι ἐπὶ σφέα δώματ᾽ ἄγεσκον
850ῥηιδίως. Κύπρις γὰρ ἐπὶ γλυκὺν ἵμερον ὦρσεν
Ἡφαίστοιο χάριν πολυμήτιος, ὄφρα κεν αὖτις
ναίηται μετόπισθεν ἀκήρατος ἀνδράσι Λῆμνος.
ἔνθ᾽ μὲν Ὑψιπύλης βασιλήιον ἐς δόμον ὦρτο
Αἰσονίδης: οἱ δ᾽ ἄλλοι ὅπῃ καὶ ἔκυρσαν ἕκαστος,
855Ἡρακλῆος ἄνευθεν, γὰρ παρὰ νηὶ λέλειπτο
αὐτὸς ἑκὼν παῦροί τε διακρινθέντες ἑταῖροι.
αὐτίκα δ᾽ ἄστυ χοροῖσι καὶ εἰλαπίνῃσι γεγήθει
καπνῷ κνισήεντι περίπλεον: ἔξοχα δ᾽ ἄλλων
ἀθανάτων Ἥρης υἷα κλυτὸν ἠδὲ καὶ αὐτὴν
860Κύπριν ἀοιδῇσιν θυέεσσί τε μειλίσσοντο.
ἀμβολίη δ᾽ εἰς ἦμαρ ἀεὶ ἐξ ἤματος ἦεν
ναυτιλίης: δηρὸν δ᾽ ἂν ἐλίνυον αὖθι μένοντες,
εἰ μὴ ἀολλίσσας ἑτάρους ἀπάνευθε γυναικῶν
Ἡρακλέης τοίοισιν ἐνιπτάζων μετέειπεν:
865    δαιμόνιοι, πάτρης ἐμφύλιον αἷμ᾽ ἀποέργει
ἡμέας; ἦε γάμων ἐπιδευέες ἐνθάδ᾽ ἔβημεν
κεῖθεν, ὀνοσσάμενοι πολιήτιδας; αὖθι δ᾽ ἕαδεν
ναίοντας λιπαρὴν ἄροσιν Λήμνοιο ταμέσθαι;
οὐ μὰν εὐκλειεῖς γε σὺν ὀθνείῃσι γυναιξὶν
870ἐσσόμεθ᾽ ὧδ᾽ ἐπὶ δηρὸν ἐελμένοι: οὐδέ τι κῶας
αὐτόματον δώσει τις ἑλὼν θεὸς εὐξαμένοισιν.
ἴομεν αὖτις ἕκαστοι ἐπὶ σφέα: τὸν δ᾽ ἐνὶ λέκτροις
Ὑψιπύλης εἰᾶτε πανήμερον, εἰσόκε Λῆμνον
παισὶν ἐσανδρώσῃ, μεγάλη τέ βάξις ἵκηται.’
875    ὧς νείκεσσεν ὅμιλον: ἐναντία δ᾽ οὔ νύ τις ἔτλη
ὄμματ᾽ ἀνασχεθέειν, οὐδὲ προτιμυθήσασθαι:
ἀλλ᾽ αὔτως ἀγορῆθεν ἐπαρτίζοντο νέεσθαι
σπερχόμενοι. ταὶ δέ σφιν ἐπέδραμον, εὖτ᾽ ἐδάησαν.
ὡς δ᾽ ὅτε λείρια καλὰ περιβρομέουσι μέλισσαι
880πέτρης ἐκχύμεναι σιμβληίδος, ἀμφὶ δὲ λειμὼν
ἑρσήεις γάνυται, ταὶ δὲ γλυκὺν ἄλλοτε ἄλλον
καρπὸν ἀμέργουσιν πεποτημέναι: ὧς ἄρα ταίγε
ἐνδυκὲς ἀνέρας ἀμφὶ κινυρόμεναι προχέοντο,
χερσί τε καὶ μύθοισιν ἐδεικανόωντο ἕκαστον,
885εὐχόμεναι μακάρεσσιν ἀπήμονα νόστον ὀπάσσαι.
ὧς δὲ καὶ Ὑψιπύλη ἠρήσατο χεῖρας ἑλοῦσα
Αἰσονίδεω, τὰ δέ οἱ ῥέε δάκρυα χήτει ἰόντος:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (George W. Mooney, 1912)
hide References (2 total)
  • Commentary references to this page (1):
    • Thomas W. Allen, E. E. Sikes, Commentary on the Homeric Hymns, HYMN TO APOLLO
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: