previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


835    ἔνθα δὲ ναυτιλίης μὲν ἐρητύοντο μέλεσθαι,
ἀμφὶ δὲ κηδείῃ νέκυος μένον ἀσχαλόωντες.
ἤματα δὲ τρία πάντα γόων: ἑτέρῳ δέ μιν ἤδη
τάρχυον μεγαλωστί: συνεκτερέιζε δὲ λαὸς
αὐτῷ ὁμοῦ βασιλῆι Λύκῳ: παρὰ δ᾽ ἄσπετα μῆλα,
840 θέμις οἰχομένοισι, ταφήια λαιμοτόμησαν.
καὶ δή τοι κέχυται τοῦδ᾽ ἀνέρος ἐν χθονὶ κείνῃ
τύμβος: σῆμα δ᾽ ἔπεστι καὶ ὀψιγόνοισιν ἰδέσθαι,
νηίου ἐκ κοτίνοιο φάλαγξ: θαλέθει δέ τε φύλλοις
ἄκρης τυτθὸν ἔνερθ᾽ Ἀχερουσίδος. εἰ δέ με καὶ τὸ
845χρειὼ ἀπηλεγέως Μουσέων ὕπο γηρύσασθαι,
τόνδε πολισσοῦχον διεπέφραδε Βοιωτοῖσιν
Νισαίοισί τε Φοῖβος ἐπιρρήδην ἱλάεσθαι,
ἀμφὶ δὲ τήνγε φάλαγγα παλαιγενέος κοτίνοιο
ἄστυ βαλεῖν: οἱ δ᾽ ἀντὶ θεουδέος Αἰολίδαο
850Ἴδμονος εἰσέτι νῦν Ἀγαμήστορα κυδαίνουσιν.
τίς γὰρ δὴ θάνεν ἄλλος; ἐπεὶ καὶ ἔτ᾽ αὖτις ἔχευαν
ἥρωες τότε τύμβον ἀποφθιμένου ἑτάροιο.
δοιὰ γὰρ οὖν κείνων ἔτι σήματα φαίνεται ἀνδρῶν.
Ἁγνιάδην Τῖφυν θανέειν φάτις: οὐδέ οἱ ἦεν
855μοῖρ᾽ ἔτι ναυτίλλεσθαι ἑκαστέρω. ἀλλά νυ καὶ τὸν
αὖθι μινυνθαδίη πάτρης ἑκὰς εὔνασε νοῦσος,
εἰσότ᾽ Ἀβαντιάδαο νέκυν κτερέιξεν ὅμιλος.
ἄτλητον δ᾽ ὀλοῷ ἐπὶ πήματι κῆδος ἕλοντο.
δὴ γὰρ ἐπεὶ καὶ τόνδε παρασχεδὸν ἐκτερέιξαν
860αὐτοῦ, ἀμηχανίῃσιν ἁλὸς προπάροιθε πεσόντες,
ἐντυπὰς εὐκήλως εἰλυμένοι οὔτε τι σίτου
μνώοντ᾽ οὔτε ποτοῖο: κατήμυσαν δ᾽ ἀχέεσσιν
θυμόν, ἐπεὶ μάλα πολλὸν ἀπ᾽ ἐλπίδος ἔπλετο νόστος.
καί νύ κ᾽ ἔτι προτέρω τετιημένοι ἰσχανόωντο,
865εἰ μὴ ἄρ᾽ Ἀγκαίῳ περιώσιον ἔμβαλεν Ἥρη
θάρσος, ὃν Ἰμβρασίοισι παρ᾽ ὕδασιν Ἀστυπάλαια
τίκτε Ποσειδάωνι: περιπρὸ γὰρ εὖ ἐκέκαστο
ἰθύνειν, Πηλῆα δ᾽ ἐπεσσύμενος προσέειπεν:
Αἰακίδη, πῶς καλὸν ἀφειδήσαντας ἀέθλων
870γαίῃ ἐν ἀλλοδαπῇ δὴν ἔμμεναι; οὐ μὲν ἄρηος
ἴδριν ἐόντά με τόσσον ἄγει μετὰ κῶας Ἰήσων
παρθενίης ἀπάνευθεν, ὅσον τ᾽ ἐπιίστορα νηῶν.
τῶ μή μοι τυτθόν γε δέος περὶ νηὶ πελέσθω.
ὧς δὲ καὶ ὧλλοι δεῦρο δαήμονες ἄνδρες ἔασιν,
875τῶν ὅτινα πρύμνης ἐπιβήσομεν, οὔτις ἰάψει
ναυτιλίην. ἀλλ᾽ ὦκα, παραιφάμενος τάδε πάντα,
θαρσαλέως ὀρόθυνον ἐπιμνήσασθαι ἀέθλου.’
ὧς φάτο: τοῖο δὲ θυμὸς ὀρέξατο γηθοσύνῃσιν.
αὐτίκα δ᾽ οὐ μετὰ δηρὸν ἐνὶ μέσσοις ἀγόρευσεν:
880δαιμόνιοι, τί νυ πένθος ἐτώσιον ἴσχομεν αὔτως;
οἱ μὲν γάρ ποθι τοῦτον, ὃν ἔλλαχον, οἶτον ὄλοντο:
ἡμῖν δ᾽ ἐν γὰρ ἔασι κυβερνητῆρες ὁμίλῳ,
καὶ πολέες. τῶ μή τι διατριβώμεθα πείρης:
ἀλλ᾽ ἔγρεσθ᾽ εἰς ἔργον, ἀπορρίψαντες ἀνίας.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (George W. Mooney, 1912)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: