previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τόφρα δὲ Μηδείης ὑποθημοσύνῃσιν Ἰήσων
φάρμακα μυδήνας ἠμὲν σάκος ἀμφεπάλυνεν
ἠδὲ δόρυ βριαρόν, περὶ δὲ ξίφος: ἀμφὶ δ᾽ ἑταῖροι
πείρησαν τευχέων βεβιημένοι, οὐδ᾽ ἐδύναντο
1250κεῖνο δόρυ γνάμψαι τυτθόν γέ περ, ἀλλὰ μάλ᾽ αὔτως
ἀαγὲς κρατερῇσιν ἐνεσκλήκει παλάμῃσιν.
αὐτὰρ τοῖς ἄμοτον κοτέων Ἀφαρήιος Ἴδας
κόψε παρ᾽ οὐρίαχον μεγάλῳ ξίφει: ἆλτο δ᾽ ἀκωκὴ
ῥαιστὴρ ἄκμονος ὥστε, παλιντυπές: οἱ δ᾽ ὁμάδησαν
1255γηθόσυνοι ἥρωες ἐπ᾽ ἐλπωρῇσιν ἀέθλου.
καὶ δ᾽ αὐτὸς μετέπειτα παλύνετο: δῦ δέ μιν ἀλκὴ
σμερδαλέη ἄφατός τε καὶ ἄτρομος: αἱ δ᾽ ἑκάτερθεν
χεῖρες ἐπερρώσαντο περὶ σθένεϊ σφριγόωσαι.
ὡς δ᾽ ὅτ᾽ ἀρήιος ἵππος ἐελδόμενος πολέμοιο
1260σκαρθμῷ ἐπιχρεμέθων κρούει πέδον, αὐτὰρ ὕπερθεν
κυδιόων ὀρθοῖσιν ἐπ᾽ οὔασιν αὐχέν᾽ ἀείρει:
τοῖος ἄρ᾽ Αἰσονίδης ἐπαγαίετο κάρτεϊ γυίων.
πολλὰ δ᾽ ἄρ᾽ ἔνθα καὶ ἔνθα μετάρσιον ἴχνος ἔπαλλεν,
ἀσπίδα χαλκείην μελίην τ᾽ ἐν χερσὶ τινάσσων.
1265φαίης κε ζοφεροῖο κατ᾽ αἰθέρος ἀίσσουσαν
χειμερίην στεροπὴν θαμινὸν μεταπαιφάσσεσθαι
ἐκ νεφέων, ὅτ᾽ ἔπειτα μελάντατον ὄμβρον ἄγωνται.
καὶ τότ᾽ ἔπειτ᾽ οὐ δηρὸν ἔτι σχήσεσθαι ἀέθλων
μέλλον: ἀτὰρ κληῖσιν ἐπισχερὼ ἱδρυνθέντες
1270ῥίμφα μάλ᾽ ἐς πεδίον τὸ Ἀρήιον ἠπείγοντο.
τόσσον δὲ προτέρω πέλεν ἄστεος ἀντιπέρηθεν,
ὅσσον τ᾽ ἐκ βαλβῖδος ἐπήβολος ἅρματι νύσσα
γίγνεται, ὁππότ᾽ ἄεθλα καταφθιμένοιο ἄνακτος
κηδεμόνες πεζοῖσι καὶ ἱππήεσσι τίθενται.
1275τέτμον δ᾽ Αἰήτην τε καὶ ἄλλων ἔθνεα Κόλχων,
τοὺς μὲν Καυκασίοισιν ἐφεσταότας σκοπέλοισιν,
τὸν δ᾽ αὐτοῦ παρὰ χεῖλος ἑλισσόμενον ποταμοῖο.
Αἰσονίδης δ᾽, ὅτε δὴ πρυμνήσια δῆσαν ἑταῖροι,
δή ῥα τότε ξὺν δουρὶ καὶ ἀσπίδι βαῖν᾽ ἐς ἄεθλον,
1280νηὸς ἀποπροθορών: ἄμυδις δ᾽ ἕλε παμφανόωσαν
χαλκείην πήληκα θοῶν ἔμπλειον ὀδόντων
καὶ ξίφος ἀμφ᾽ ὤμοις, γυμνὸς δέμας, ἄλλα μὲν Ἄρει
εἴκελος, ἄλλα δέ που χρυσαόρῳ Ἀπόλλωνι.
παπτήνας δ᾽ ἀνὰ νειὸν ἴδε ζυγὰ χάλκεα ταύρων
1285αὐτόγυόν τ᾽ ἐπὶ τοῖς στιβαροῦ ἀδάμαντος ἄροτρον.
χρίμψε δ᾽ ἔπειτα κιών, παρὰ δ᾽ ὄβριμον ἔγχος ἔπηξεν
ὀρθὸν ἐπ᾽ οὐριάχῳ, κυνέην δ᾽ ἀποκάτθετ᾽ ἐρείσας.
βῆ δ᾽ αὐτῇ προτέρωσε σὺν ἀσπίδι νήριτα ταύρων
ἴχνια μαστεύων: οἱ δ᾽ ἔκποθεν ἀφράστοιο
1290κευθμῶνος χθονίου, ἵνα τέ σφισιν ἔσκε βόαυλα
καρτερὰ λιγνυόεντι πέριξ εἰλυμένα καπνῷ,
ἄμφω ὁμοῦ προγένοντο πυρὸς σέλας ἀμπνείοντες.
ἔδδεισαν δ᾽ ἥρωες, ὅπως ἴδον. αὐτὰρ τούσγε,
εὖ διαβάς, ἐπιόντας, τε σπιλὰς εἰν ἁλὶ πέτρη
1295μίμνει ἀπειρεσίῃσι δονεύμενα κύματ᾽ ἀέλλαις.
πρόσθε δέ οἱ σάκος ἔσχεν ἐναντίον: οἱ δέ μιν ἄμφω
μυκηθμῷ κρατεροῖσιν ἐνέπληξαν κεράεσσιν:
οὐδ᾽ ἄρα μιν τυτθόν περ ἀνώχλισαν ἀντιόωντες.
ὡς δ᾽ ὅτ᾽ ἐνὶ τρητοῖσιν ἐύρρινοι χοάνοισιν
1300φῦσαι χαλκήων ὁτὲ μέν τ᾽ ἀναμαρμαίρουσιν,
πῦρ ὀλοόν πιμπρᾶσαι, ὅτ᾽ αὖ λήγουσιν ἀυτμῆς,
δεινὸς δ᾽ ἐξ αὐτοῦ πέλεται βρόμος, ὁππότ᾽ ἀίξῃ
νειόθεν: ὧς ἄρα τώγε θοὴν φλόγα φυσιόωντες
ἐκ στομάτων ὁμάδευν, τὸν δ᾽ ἄμφεπε δήιον αἶθος
1305βάλλον τε στεροπή: κούρης δέ φάρμακ᾽ ἔρυτο.
καί ῥ᾽ ὅγε δεξιτεροῖο βοὸς κέρας ἄκρον ἐρύσσας
εἷλκεν ἐπικρατέως παντὶ σθένει, ὄφρα πελάσσῃ
ζεύγλῃ χαλκείῃ, τὸν δ᾽ ἐν χθονὶ κάββαλεν ὀκλάξ,
ῥίμφα ποδὶ κρούσας πόδα χάλκεον. ὧς δὲ καὶ ἄλλον
1310σφῆλεν γνὺξ ἐπιόντα, μιῇ βεβολημένον ὁρμῇ.
εὐρὺ δ᾽ ἀποπροβαλὼν χαμάδις σάκος, ἔνθα καὶ ἔνθα
τῇ καὶ τῇ βεβαὼς ἄμφω ἔχε πεπτηῶτας
γούνασιν ἐν προτέροισι, διὰ φλογὸς εἶθαρ ἐλυσθείς.
θαύμασε δ᾽ Αἰήτης σθένος ἀνέρος. οἱ δ᾽ ἄρα τείως
1315Τυνδαρίδαι--δὴ γάρ σφι πάλαι προπεφραδμένον ἦεν--
ἀγχίμολον ζυγά οἱ πεδόθεν δόσαν ἀμφιβαλέσθαι.
αὐτὰρ εὖ ἐνέδησε λόφους: μεσσηγὺ δ᾽ ἀείρας
χάλκεον ἱστοβοῆα, θοῇ συνάρασσε κορώνῃ
ζεύγληθεν. καὶ τὼ μὲν ὑπὲκ πυρὸς ἂψ ἐπὶ νῆα
1320χαζέσθην. δ᾽ ἄρ᾽ αὖτις ἑλὼν σάκος ἔνθετο νώτῳ
ἐξόπιθεν, καὶ γέντο θοῶν ἔμπλειον ὀδόντων
πήληκα βριαρὴν δόρυ τ᾽ ἄσχετον, π̔᾽ ὑπὸ μέσσας
ἐργατίνης ὥς τίς τε Πελασγίδι νύσσεν ἀκαίνῃ
οὐτάζων λαγόνας: μάλα δ᾽ ἔμπεδον εὖ ἀραρυῖαν
1325τυκτὴν ἐξ ἀδάμαντος ἐπιθύνεσκεν ἐχέτλην.
οἱ δ᾽ εἵως μὲν δὴ περιώσια θυμαίνεσκον,
λάβρον ἐπιπνείοντε πυρὸς σέλας: ὦρτο δ᾽ ἀυτμὴ
ἠύτε βυκτάων ἀνέμων βρόμος, οὕς τε μάλιστα
δειδιότες μέγα λαῖφος ἁλίπλοοι ἐστείλαντο.
1330δηρὸν δ᾽ οὐ μετέπειτα κελευόμενοι ὑπὸ δουρὶ
ἤισαν: ὀκριόεσσα δ᾽ ἐρείκετο νειὸς ὀπίσσω,
σχιζομένη ταύρων τε βίῃ κρατερῷ τ᾽ ἀροτῆρι.
δεινὸν δ᾽ ἐσμαράγευν ἄμυδις κατὰ ὦλκας ἀρότρου
βώλακες ἀγνύμεναι ἀνδραχθέες: εἵπετο δ᾽ αὐτὸς
1335λαῖον ἐπὶ στιβαρῷ πιέσας ποδί: τῆλε δ᾽ ἑοῖο
βάλλεν ἀρηρομένην αἰεὶ κατὰ βῶλον ὀδόντας
ἐντροπαλιζόμενος, μή οἱ πάρος ἀντιάσειεν
γηγενέων ἀνδρῶν ὀλοὸς στάχυς: οἱ δ᾽ ἄρ᾽ ἐπιπρὸ
χαλκείῃς χηλῇσιν ἐρειδόμενοι πονέοντο.
1340ἦμος δὲ τρίτατον λάχος ἤματος ἀνομένοιο
λείπεται ἐξ ἠοῦς, καλέουσι δὲ κεκμηῶτες
ἐργατίναι γλυκερόν σφιν ἄφαρ βουλυτὸν ἱκέσθαι,
τῆμος ἀρήροτο νειὸς ὑπ᾽ ἀκαμάτῳ ἀροτῆρι,
τετράγυός περ ἐοῦσα: βοῶν τ᾽ ἀπελύετ᾽ ἄροτρα.
1345καὶ τοὺς μὲν πεδίονδε διεπτοίησε φέβεσθαι:
αὐτὰρ ἂψ ἐπὶ νῆα πάλιν κίεν, ὄφρ᾽ ἔτι κεινὰς
γηγενέων ἀνδρῶν ἴδεν αὔλακας. ἀμφὶ δ᾽ ἑταῖροι
θάρσυνον μύθοισιν. δ᾽ ἐκ ποταμοῖο ῥοάων
αὐτῇ ἀφυσσάμενος κυνέῃ σβέσεν ὕδατι δίψαν:
1350γνάμψε δὲ γούνατ᾽ ἐλαφρά, μέγαν δ᾽ ἐμπλήσατο θυμὸν
ἀλκῆς, μαιμώων συῒ εἴκελος, ὅς ῥά τ᾽ ὀδόντας
θήγει θηρευτῇσιν ἐπ᾽ ἀνδράσιν, ἀμφὶ δὲ πολλὸς
ἀφρὸς ἀπὸ στὅματος χαμάδις ῥεῖ χωομένοιο.
οἱ δ᾽ ἤδη κατὰ πᾶσαν ἀνασταχύεσκον ἄρουραν
1355γηγενέες: φρίξεν δὲ περὶ στιβαροῖς σακέεσσιν
δούρασί τ᾽ ἀμφιγύοις κορύθεσσί τε λαμπομένῃσιν
Ἄρηος τέμενος φθισιμβρότου: ἵκετο δ᾽ αἴγλη
νειόθεν Οὔλυμπόνδε δι᾽ ἠέρος ἀστράπτουσα.
ὡς δ᾽ ὁπότ᾽ ἐς γαῖαν πολέος νιφετοῖο πεσόντος
1360ἂψ ἀπὸ χειμερίας νεφέλας ἐκέσασσαν ἄελλαι
λυγαίῃ ὑπὸ νυκτί, τὰ δ᾽ ἀθρόα πάντ᾽ ἐφαάνθη
τείρεα λαμπετόωντα διὰ κνέφας: ὧς ἄρα τοίγε
λάμπον ἀναλδήσκοντες ὑπὲρ χθονός. αὐτὰρ Ἰήσων
μνήσατο Μηδείης πολυκερδέος ἐννεσιάων,
1365λάζετο δ᾽ ἐκ πεδίοιο μέγαν περιηγέα πέτρον,
δεινὸν Ἐνυαλίου σόλον Ἄρεος: οὔ κέ μιν ἄνδρες
αἰζηοὶ πίσυρες γαίης ἄπο τυτθὸν ἄειραν.
τόν ῥ᾽ ἀνὰ χεῖρα λαβὼν μάλα τηλόθεν ἔμβαλε μέσσοις
ἀίξας: αὐτὸς δ᾽ ὑφ᾽ ἑὸν σάκος ἕζετο λάθρῃ
1370θαρσαλέως. Κόλχοι δὲ μέγ᾽ ἴαχον, ὡς ὅτε πόντος
ἴαχεν ὀξείῃσιν ἐπιβρομέων σπιλάδεσσιν:
τὸν δ᾽ ἕλεν ἀμφασίη ῥιπῇ στιβαροῖο σόλοιο
Αἰήτην. οἱ δ᾽ ὥστε θοοὶ κύνες ἀμφιθορόντες
ἀλλήλους βρυχηδὸν ἐδήιον: οἱ δ᾽ ἐπὶ γαῖαν
1375μητέρα πῖπτον ἑοῖς ὑπὸ δούρασιν, ἠύτε πεῦκαι
δρύες, ἅς τ᾽ ἀνέμοιο κατάικες δονέουσιν.
οἷος δ᾽ οὐρανόθεν πυρόεις ἀναπάλλεται ἀστὴρ
ὁλκὸν ὑπαυγάζων, τέρας ἀνδράσιν, οἵ μιν ἴδωντοι
μαρμαρυγῇ σκοτίοιο δι᾽ ἠέρος ἀίξαντα:
1380τοῖος ἄρ᾽ Αἴσονος υἱὸς ἐπέσσυτο γηγενέεσσιν,
γυμνὸν δ᾽ ἐκ κολεοῖο φέρε ξίφος, οὖτα δὲ μίγδην
ἀμώων, πολέας μὲν ἔτ᾽ ἐς νηδὺν λαγόνας τε
ἡμίσεας ἀνέχοντας ἐς ἠέρα: τοὺς δὲ καὶ ἄχρις
ὤμων τελλομένους: τοὺς δὲ νέον ἑστηῶτας,
1385τοὺς δ᾽ ἤδη καὶ ποσσὶν ἐπειγομένους ἐς ἄρηα.
ὡς δ᾽ ὁπότ᾽ ἀμφ᾽ οὔροισιν ἐγειρομένου πολέμοιο,
δείσας γειομόρος, μή οἱ προτάμωνται ἀρούρας,
ἅρπην εὐκαμπῆ νεοθηγέα χερσὶ μεμαρπὼς
ὠμὸν ἐπισπεύδων κείρει στάχυν, οὐδὲ βολῇσιν
1390μίμνει ἐς ὡραίην τερσήμεναι ἠελίοιο:
ὧς τότε γηγενέων κεῖρε στάχυν: αἵματι δ᾽ ὁλκοὶ
ἠύτε κρηναῖαι ἀμάραι πλήθοντο ῥοῇσιν.
πῖπτον δ᾽, οἱ μὲν ὀδὰξ τετρηχότα βῶλον ὀδοῦσιν
λαζόμενοι πρηνεῖς, οἱ δ᾽ ἔμπαλιν, οἱ δ᾽ ἐπ᾽ ἀγοστῷ
1395καὶ πλευροῖς, κήτεσσι δομὴν ἀτάλαντοι ἰδέσθαι.
πολλοὶ δ᾽ οὐτάμενοι, πρὶν ὑπὸ χθονὸς ἴχνος ἀεῖραι,
ὅσσον ἄνω προύτυψαν ἐς ἠέρα, τόσσον ἔραζε
βριθόμενοι πλαδαροῖσι καρήασιν ἠρήρειντο.
ἔρνεἀ που τοίως, Διὸς ἄσπετον ὀμβρήσαντος,
1400φυταλιῇ νεόθρεπτα κατημύουσιν ἔραζε
κλασθέντα ῥίζηθεν, ἀλωήων πόνος ἀνδρῶν:
τὸν δὲ κατηφείη τε καὶ οὐλοὸν ἄλγος ἱκάνει
κλήρου σημαντῆρα φυτοτρόφον: ὧς τότ᾽ ἄνακτος
Αἰήταο βαρεῖαι ὑπὸ φρένας ἦλθον ἀνῖαι.
1405ἤιε δ᾽ ἐς πτολίεθρον ὑπότροπος ἄμμιγα Κόλχοις,
πορφύρων, κέ σφι θοώτερον ἀντιόῳτο.
ἦμαρ ἔδυ, καὶ τῷ τετελεσμένος ἦεν ἄεθλος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (George W. Mooney, 1912)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: