previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τοῖα παρέννεπεν Ἄργος: ἄναξ δ᾽ ἐπεχώσατο μύθοις
εἰσαΐων: ὑψοῦ δὲ χόλῳ φρένες ἠερέθοντο.
φῆ δ᾽ ἐπαλαστήσας: μενέαινε δὲ παισὶ μάλιστα
370Χαλκιόπης: τῶν γάρ σφε μετελθέμεν οὕνεκ᾽ ἐώλπει:
ἐκ δέ οἱ ὄμματ᾽ ἔλαμψεν ὑπ᾽ ὀφρύσιν ἱεμένοιο:
οὐκ ἄφαρ ὀφθαλμῶν μοι ἀπόπροθι, λωβητῆρες,
νεῖσθ᾽ αὐτοῖσι δόλοισι παλίσσυτοι ἔκτοθι γαίης,
πρίν τινα λευγαλέον τε δέρος καὶ Φρίξον ἰδέσθαι;
375αὐτίχ᾽ ὁμαρτήσαντες ἀφ᾽ Ἑλλάδος, οὐκ ἐπὶ κῶας,
σκῆπτρα δὲ καὶ τιμὴν βασιληίδα δεῦρο νέεσθε.
εἰ δέ κε μὴ προπάροιθεν ἐμῆς ἥψασθε τραπέζης,
τ᾽ ἂν ἀπὸ γλώσσας τε ταμὼν καὶ χεῖρε κεάσσας
ἀμφοτέρας, οἴοισιν ἐπιπροέηκα πόδεσσιν,
380ὥς κεν ἐρητύοισθε καὶ ὕστερον ὁρμηθῆναι,
οἷα δὲ καὶ μακάρεσσιν ἐπεψεύσασθε θεοῖσιν.’
φῆ ῥα χαλεψάμενος: μέγα δὲ φρένες Αἰακίδαο
νειόθεν οἰδαίνεσκον: ἐέλδετο δ᾽ ἔνδοθι θυμὸς
ἀντιβίην ὀλοὸν φάσθαι ἔπος: ἀλλ᾽ ἀπέρυκεν
385Αἰσονίδης: πρὸ γὰρ αὐτὸς ἀμείψατο μειλιχίοισιν:
Αἰήτη, σχέο μοι τῷδε στόλῳ. οὔτι γὰρ αὔτως
ἄστυ τεὸν καὶ δώμαθ᾽ ἱκάνομεν, ὥς που ἔολπας,
οὐδὲ μὲν ἱέμενοι. τίς δ᾽ ἂν τόσον οἶδμα περῆσαι
τλαίη ἑκὼν ὀθνεῖον ἐπὶ κτέρας; ἀλλά με δαίμων
390καὶ κρυερὴ βασιλῆος ἀτασθάλου ὦρσεν ἐφετμή.
δὸς χάριν ἀντομένοισι: σέθεν δ᾽ ἐγὼ Ἑλλάδι πάσῃ
θεσπεσιην οἴσω κληηδόνα: καὶ δέ τοι ἤδη
πρόφρονές εἰμεν ἄρηι θοὴν ἀποτῖσαι ἀμοιβήν,
εἴτ᾽ οὖν Σαυρομάτας γε λιλαίεαι, εἴτε τιν᾽ ἄλλον
395δῆμον σφωιτέροισιν ὑπὸ σκήπτροισι δαμάσσαι.’
Ἴσκεν ὑποσσαίνων ἀγανῇ ὀπί: τοῖο δὲ θυμὸς
διχθαδίην πόρφυρεν ἐνὶ στήθεσσι μενοινήν,
σφεας ὁρμηθεὶς αὐτοσχεδὸν ἐξεναρίζοι,
ὅγε πειρήσαιτο βίης. τό οἱ εἴσατ᾽ ἄρειον
400φραζομένῳ: καὶ δή μιν ὑποβλήδην προσέειπεν:
ξεῖνε, τί κεν τὰ ἕκαστα διηνεκέως ἀγορεύοις;
εἰ γὰρ ἐτήτυμόν ἐστε θεῶν γένος, ἠὲ καὶ ἄλλως
οὐδὲν ἐμεῖο χέρηες ἐπ᾽ ὀθνείοισιν ἔβητε,
δώσω τοι χρύσειον ἄγειν δέρος, αἴ κ᾽ ἐθέλῃσθα,
405πειρηθείς. ἐσθλοῖς γὰρ ἐπ᾽ ἀνδράσιν οὔτι μεγαίρω,
ὡς αὐτοὶ μυθεῖσθε τὸν Ἑλλάδι κοιρανέοντα.
πεῖρα δέ τοι μένεός τε καὶ ἀλκῆς ἔσσετ᾽ ἄεθλος,
τόν ῥ᾽ αὐτὸς περίειμι χεροῖν ὀλοόν περ ἐόντα.
δοιώ μοι πεδίον τὸ Ἀρήιον ἀμφινέμονται
410ταύρω χαλκόποδε, στόματι φλόγα φυσιόωντες:
τοὺς ἐλάω ζεύξας στυφελὴν κατὰ νειὸν Ἄρηος
τετράγυον, τὴν αἶψα ταμὼν ἐπὶ τέλσον ἀρότρῳ
οὐ σπόρον ὁλκοῖσιν Δηοῦς ἐνιβᾴλλομαι ἀκτήν,
ἀλλ᾽ ὄφιος δεινοῖο μεταλδήσκοντας ὀδόντας
415ἀνδράσι τευχηστῇσι δέμας. τοὺς δ᾽ αὖθι δαΐζων
κείρω ἐμῷ ὑπὸ δουρὶ περισταδὸν ἀντιόωντας.
ἠέριος ζεύγνυμι βόας, καὶ δείελον ὥρην
παύομαι ἀμήτοιο. σύ δ᾽, εἰ τάδε τοῖα τελέσσεις,
αὐτῆμαρ τόδε κῶας ἀποίσεαι εἰς βασιλῆος:
420πρὶν δέ κεν οὐ δοίην, μηδ᾽ ἔλπεο. δὴ γὰρ ἀεικὲς
ἄνδρ᾽ ἀγαθὸν γεγαῶτα κακωτέρῳ ἀνέρι εἶξαι.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (George W. Mooney, 1912)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: