previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


475    Αἰσονίδη, μῆτιν μὲν ὀνόσσεαι, ἥντιν᾽ ἐνίψω:
πείρης δ᾽ οὐ μάλ᾽ ἔοικε μεθιέμεν ἐν κακότητι.
κούρην δή τινα πρόσθεν ὑπέκλυες αὐτὸς ἐμεῖο
φαρμάσσειν Ἑκάτης Περσηίδος ἐννεσίῃσιν.
τὴν εἴ κεν πεπίθοιμεν, ὀίομαι, οὐκέτι τάρβος
480ἔσσετ᾽ ἀεθλεύοντι δαμήμεναι: ἀλλὰ μάλ᾽ αἰνῶς
δείδω, μή πως οὔ μοι ὑποσταίη τόγε μήτηρ.
ἔμπης δ᾽ ἐξαῦτις μετελεύσομαι ἀντιβολήσων,
ξυνὸς ἐπεὶ πάντεσσιν ἐπικρέμαθ᾽ ἧμιν ὄλεθρος.’
Ἴσκεν ἐυφρονέων: δ᾽ ἀμείβετο τοῖσδ᾽ ἐπέεσσιν:
485 πέπον, εἴ νύ τοι αὐτῷ ἐφανδάνει, οὔτι μεγαίρω.
βάσκ᾽ ἴθι καὶ πυκινοῖσι τεὴν παρὰ μητέρα μύθοις
ὄρνυθι λισσόμενος: μελέη γε μὲν ἧμιν ὄρωρεν
ἐλπωρή, ὅτε νόστον ἐπετραπόμεσθα γυναιξίν.’
ὧς ἔφατ᾽: ὦκα δ᾽ ἕλος μετεκίαθον. αὐτὰρ ἑταῖροι
490γηθόσυνοι ἐρέεινον, ὅπως παρεόντας ἴδοντο:
τοῖσιν δ᾽ Αἰσονίδης τετιημένος ἔκφατο μῦθον:
φίλοι, Αἰήταο ἀπηνέος ἄμμι φίλον κῆρ
ἀντικρὺ κεχόλωται, ἕκαστα γὰρ οὔ νύ τι τέκμωρ
οὔτ᾽ ἐμοί, οὔτε κεν ὔμμι διειρομένοισι πέλοιτο.
495φῆ δὲ δύω πεδίον τὸ Ἀρήιον ἀμφινέμεσθαι
ταύρω χαλκόποδε, στόματι φλόγα φυσιόωντας.
τετράγυον δ᾽ ἐπὶ τοῖσιν ἐφίετο νειὸν ἀρόσσαι:
δώσειν δ᾽ ἐξ ὄφιος γενύων σπόρον, ὅς ῥ᾽ ἀνίῃσιν
γηγενέας χαλκέοις σὺν τεύχεσιν: ἤματι δ᾽ αὐτῷ
500χρειὼ τούσγε δαΐξαι. δή νύ οἱ--οὔτι γὰρ ἄλλο
βέλτερον ἦν φράσσασθαι--ἀπηλεγέως ὑποέστην.’
ὧς ἄρ᾽ ἔφη: πάντεσσι δ᾽ ἀνήνυτος εἴσατ᾽ ἄεθλος,
δὴν δ᾽ ἄνεῳ καὶ ἄναυδοι ἐς ἀλλήλους ὁρόωντο,
ἄτῃ ἀμηχανίῃ τε κατηφέες: ὀψὲ δὲ Πηλεὺς
505θαρσαλέως μετὰ πᾶσιν ἀριστήεσσιν ἔειπεν:
ὥρη μητιάασθαι κ᾽ ἔρξομεν. οὐ μὲν ἔολπα
βουλῆς εἶναι ὄνειαρ, ὅσον τ᾽ ἐπὶ κάρτεϊ χειρῶν.
εἰ μέν νυν τύνη ζεῦξαι βόας Αἰήταο,
ἥρως Αἰσονίδη, φρονέεις, μέμονάς τε πόνοιο,
510 τ᾽ ἂν ὑποσχεσίην πεφυλαγμένος ἐντύναιο:
εἰ δ᾽ οὔ τοι μάλα θυμὸς ἑῇ ἐπὶ πάγχυ πέποιθεν
ἠνορέῃ, μήτ᾽ αὐτὸς ἐπείγεο, μήτε τιν᾽ ἄλλον
τῶνδ᾽ ἀνδρῶν πάπταινε παρήμενος. οὐ γὰρ ἔγωγε
σχήσομ᾽, ἐπεὶ θάνατός γε τὸ κύντατον ἔσσεται ἄλγος.’
515    ὧς ἔφατ᾽ Αἰακίδης: Τελαμῶνι δὲ θυμὸς ὀρίνθη:
σπερχόμενος δ᾽ ἀνόρουσε θοῶς: ἐπὶ δὲ τρίτος Ἴδας
ὦρτο μέγα φρονέων, ἐπὶ δ᾽ υἱέε Τυνδαρέοιο:
σὺν δὲ καὶ Οἰνεΐδης ἐναρίθμιος αἰζηοῖσιν
ἀνδράσιν, οὐδέ περ ὅσσον ἐπανθιόωντας ἰούλους
520ἀντέλλων: τοίῳ οἱ ἀείρετο κάρτεϊ θυμός.
οἱ δ᾽ ἄλλοι εἴξαντες ἀκὴν ἔχον. αὐτίκα δ᾽ Ἄργος
τοῖον ἔπος μετέειπεν ἐελδομένοισιν ἀέθλου:
φίλοι, ἤτοι μὲν τόδε λοίσθιον. ἀλλά τιν᾽ οἴω
μητρὸς ἐμῆς ἔσσεσθαι ἐναίσιμον ὔμμιν ἀρωγήν.
525τῶ καί περ μεμαῶτες, ἐρητύοισθ᾽ ἐνὶ νηὶ
τυτθὸν ἔθ᾽, ὡς τὸ πάροιθεν, ἐπεὶ καὶ ἐπισχέμεν ἔμπης
λώιον, κακὸν οἶτον ἀφειδήσαντας ἑλέσθαι.
κούρη τις μεγάροισιν ἐνιτρέφετ᾽ Αἰήταο,
τὴν Ἑκάτη περίαλλα θεὰ δάε τεχνήσασθαι
530φάρμαχ᾽, ὅσ᾽ ἤπειρός τε φύει καὶ νήχυτον ὕδωρ,
τοῖσι καὶ ἀκαμάτοιο π̣̣ρὸς μειλίσσετ᾽ ἀυτμή,
καὶ ποταμοὺς ἵστησιν ἄφαρ κελαδεινὰ ῥέοντας,
ἄστρα τε καὶ μήνης ἱερῆς ἐπέδησε κελεύθους.
τῆς μὲν ἀπὸ μεγάροιο κατὰ στίβον ἐνθάδ᾽ ἰόντες
535μνησάμεθ᾽, εἴ κε δύναιτο, κασιγνήτη γεγαυῖα,
μήτηρ ἡμετέρη πεπιθεῖν ἐπαρῆξαι ἀέθλῳ.
εἰ δὲ καὶ αὐτοῖσιν τόδ᾽ ἐφανδάνει, τ᾽ ἂν ἱκοίμην
ἤματι τῷδ᾽ αὐτῷ πάλιν εἰς δόμον Αἰήταο
πειρήσων: τάχα δ᾽ ἂν σὺν δαίμονι πειρηθείην.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: