previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


540    ὧς φάτο: τοῖσι δὲ σῆμα θεοὶ δόσαν εὐμενέοντες.
τρηρὼν μὲν φεύγουσα βίην κίρκοιο πελειὰς
ὑψόθεν Αἰσονίδεω πεφοβημένη ἔμπεσε κόλποις:
κίρκος δ᾽ ἀφλάστῳ περικάππεσεν. ὦκα δὲ Μόψος
τοῖον ἔπος μετὰ πᾶσι θεοπροπέων ἀγόρευσεν:
545    ὔμμι, φίλοι, τόδε σῆμα θεῶν ἰότητι τέτυκται:
οὐδέ τῃ ἄλλως ἐστὶν ὑποκρίνασθαι ἄρειον,
παρθενικὴν δ᾽ ἐπέεσσι μετελθέμεν ἀμφιέποντας
μήτι παντοίῃ. δοκέω δέ μιν οὐκ ἀθερίζειν,
εἰ ἐτεὸν Φινεύς γε θεᾷ ἐνὶ Κύπριδι νόστον
550πέφραδεν ἔσσεσθαι. κείνης δ᾽ ὅγε μείλιχος ὄρνις
πότμον ὑπεξήλυξε: κέαρ δέ μοι ὡς ἐνὶ θυμῷ
τόνδε κατ᾽ οἰωνὸν προτιόσσεται, ὧς δὲ πέλοιτο.
ἀλλά, φίλοι, Κυθέρειαν ἐπικλείοντες ἀμύνειν,
ἤδη νῦν Ἄργοιο παραιφασίῃσι πίθεσθε.’
555    Ἴσκεν: ἐπῄνησαν δὲ νέοι, Φινῆος ἐφετμὰς
μνησάμενοι: μοῦνος δ᾽ Ἀφαρήιος ἄνθορεν Ἴδας,
δείν᾽ ἐπαλαστήσας μεγάλῃ ὀπί, φώνησέν τε:
πόποι, ῥα γυναιξὶν ὁμόστολοι ἐνθάδ᾽ ἔβημεν,
οἳ Κύπριν καλέουσιν ἐπίρροθον ἄμμι πέλεσθαι,
560οὐκέτ᾽ Ἐνυαλίοιο μέγα σθένος; ἐς δὲ πελείας
καὶ κίρκους λεύσσοντες ἐρητύεσθε ἀέθλων;
ἔρρετε, μηδ᾽ ὔμμιν πολεμήια ἔργα μέλοιτο,
παρθενικὰς δὲ λιτῇσιν ἀνάλκιδας ἠπεροπεύειν.’
ὧς ηὔδα μεμαώς: πολέες δ᾽ ὁμάδησαν ἑταῖροι
565ἦκα μάλ᾽, οὐδ᾽ ἄρα τίς οἱ ἐναντίον ἔκφατο μῦθον.
χωόμενος δ᾽ ὅγ᾽ ἔπειτα καθέζετο: τοῖσι δ᾽ Ἰήσων
αὐτίκ᾽ ἐποτρύνων τὸν ἑὸν νόον ὧδ᾽ ἀγόρευεν:
Ἄργος μὲν παρὰ νηός, ἐπεὶ τόδε πᾶσιν ἕαδεν,
στελλέσθω: ἀτὰρ αὐτοὶ ἐπὶ χθονὸς ἐκ ποταμοῖο
570ἀμφαδὸν ἤδη πείσματ᾽ ἀνάψομεν. γὰρ ἔοικεν
μηκέτι δὴν κρύπτεσθαι ὑποπτήσσοντας ἀυτήν.’
ὧς ἄρ᾽ ἔφη: καὶ τὸν μὲν ἄφαρ προΐαλλε νέεσθαι
καρπαλίμως ἐξαῦτις ἀνὰ πτόλιν: οἱ δ᾽ ἐπὶ νηὸς
εὐναίας ἐρύσαντες ἐφετμαῖς Αἰσονίδαο
575τυτθὸν ὑπὲξ ἕλεος χέρσῳ ἐπέκελσαν ἐρετμοῖς.
αὐτίκα δ᾽ Αἰήτης ἀγορὴν ποιήσατο Κόλχων
νόσφιν ἑοῖο δόμου, τόθι περ καὶ πρόσθε κάθιζον,
ἀτλήτους Μινύῃσι δόλους καὶ κήδεα τεύχων.
στεῦτο δ᾽, ἐπεί κεν πρῶτα βόες διαδηλήσωνται
580ἄνδρα τόν, ὅς ῥ᾽ ὑπέδεκτο βαρὺν καμέεσθαι ἄεθλον,
δρυμὸν ἀναρρήξας λασίης καθύπερθε: κολώνης
αὔτανδρον φλέξειν δόρυ νήιον, ὄφρ᾽ ἀλεγεινὴν
ὕβριν ἀποφλύξωσιν ὑπέρβια μηχανόωντες.
οὐδὲ γὰρ Αἰολίδην Φρίξον μάλα περ χατέοντα
585δέχθαι ἐνὶ μεγάροισιν ἐφέστιον, ὃς περὶ πάντων
ξείνων μελιχίῃ τε θεουδείῃ τ᾽ ἐκέκαστο,
εἰ μή οἱ Ζεὺς αὐτὸς ἀπ᾽ οὐρανοῦ ἄγγελον ἧκεν
Ἑρμείαν, ὥς κεν προσκηδέος ἀντιάσειεν:
μὴ καὶ ληιστῆρας ἑὴν ἐς γαῖαν ἰόντας
590ἔσσεσθαι δηναιὸν ἀπήμονας, οἷσι μέμηλεν
ὀθνείοις ἐπὶ χεῖρα ἑὴν κτεάτεσσιν ἀείρειν,
κρυπταδίους τε δόλους τεκταινέμεν, ἠδὲ βοτήρων
αὔλια δυσκελάδοισιν ἐπιδρομίῃσι δαΐξαι.
νόσφι δὲ οἷ αὐτῷ φάτ᾽ ἐοικότα μείλια τίσειν
595υἱῆας Φρίξοιο, κακορρέκτῃσιν ὀπηδοὺς
ἀνδράσι νοστήσαντας ὁμιλαδόν, ὄφρα τιμῆς
καὶ σκήπτρων ἐλάσειαν ἀκηδέες: ὥς ποτε βάξιν
λευγαλέην οὗ πατρὸς ἐπέκλυεν Ἠελίοιο,
χρειώ μιν πυκινόν τε δόλον βουλάς τε γενέθλης
600σφωιτέρης ἄτην τε πολύτροπον ἐξαλέασθαι:
τῶ καὶ ἐελδομένους πέμπειν ἐς Ἀχαιίδα γαῖαν
πατρὸς ἐφημοσύνῃ, δολιχὴν ὁδόν. οὐδὲ θυγατρῶν
εἶναί οἱ τυτθόν γε δέος, μή πού τινα μῆτιν
φράσσωνται στυγερήν, οὐδ᾽ υἱέος Ἀψύρτοιο:
605ἀλλ᾽ ἐνὶ Χαλκιόπης γενεῇ τάδε λυγρὰ τετύχθαι.
καί ῥ᾽ μὲν ἄσχετα ἔργα πιφαύσκετο δημοτέροισιν
χωόμενος: μέγα δέ σφιν ἀπείλεε νῆά τ᾽ ἔρυσθαι
ἠδ᾽ αὐτούς, ἵνα μήτις ὑπὲκ κακότητος ἀλύξῃ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in notes to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: