previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ὤι μοι ἐγώ, Μήδεια, τί δὴ τάδε δάκρυα λείβεις;
675τίπτ᾽ ἔπαθες; τί τοι αἰνὸν ὑπὸ φρένας ἵκετο πένθος;
νύ σε θευμορίη περιδέδρομεν ἅψεα νοῦσος,
ἦέ τιν᾽ οὐλομένην ἐδάης ἐκ πατρὸς ἐνιπὴν
ἀμφί τ᾽ ἐμοὶ καὶ παισίν; ὄφελλέ με μήτε τοκήων
δῶμα τόδ᾽ εἰσοράαν, μηδὲ πτόλιν, ἀλλ᾽ ἐπὶ γαίης
680πείρασι ναιετάειν, ἵνα μηδέ περ οὔνομα Κόλχων.’
ὧς φάτο: τῆς δ᾽ ἐρύθηνε παρήια: δὴν δέ μιν αἰδὼς
παρθενίη κατέρυκεν ἀμείψασθαι μεμαυῖαν.
μῦθος δ᾽ ἄλλοτε μέν οἱ ἐπ᾽ ἀκροτάτης ἀνέτελλεν
γλώσσης, ἄλλοτ᾽ ἔνερθε κατὰ στῆθος πεπότητο.
685πολλάκι δ᾽ ἱμερόεν μὲν ἀνὰ στόμα θυῖεν ἐνισπεῖν:
φθογγῇ δ᾽ οὐ προύβαινε παροιτέρω: ὀψὲ δ᾽ ἔειπεν
τοῖα δόλῳ: θρασέες γὰρ ἐπεκλονέεσκον Ἔρωτες:
Χαλκιόπη, περί μοι παίδων σέο θυμὸς ἄηται,
μή σφε πατὴρ ξείνοισι σὺν ἀνδράσιν αὐτίκ᾽ ὀλέσσῃ.
690τοῖα κατακνώσσουσα μινυνθαδίῳ νέον ὕπνῳ
λεύσσω ὀνείρατα λυγρά, τά τις θεὸς ἀκράαντα
θείη, μηδ᾽ ἀλεγεινὸν ἐφ᾽ υἱάσι κῆδος ἕλοιο.’
φῆ ῥα, κασιγνήτης πειρωμένη, εἴ κέ μιν αὐτὴ
ἀντιάσειε πάροιθεν ἑοῖς τεκέεσσιν ἀμύνειν.
695τὴν δ᾽ αἰνῶς ἄτλητος ἐπέκλυσε θυμὸν ἀνίη
δείματι, τοῖ᾽ ἐσάκουσεν: ἀμείβετο δ᾽ ὧδ᾽ ἐπέεσσιν:
καὶ δ᾽ αὐτὴ τάδε πάντα μετήλυθον ὁρμαίνουσα,
εἴ τινα συμφράσσαιο καὶ ἀρτύνειας ἀρωγήν.
ἀλλ᾽ ὄμοσον Γαῖάν τε καὶ Οὐρανόν, ὅττι τοι εἴπω
700σχήσειν ἐν θυμῷ, σύν τε δρήστειρα πέλεσθαι.
λίσσομ᾽ ὑπὲρ μακάρων σέο τ᾽ αὐτῆς ἠδὲ τοκήων,
μή σφε κακῇ ὑπὸ κηρὶ διαρραισθέντας ἰδέσθαι
λευγαλέως: σοίγε φίλοις σὺν παισὶ θανοῦσα
εἴην ἐξ Ἀίδεω στυγερὴ μετόπισθεν Ἐρινύς.’
705    ὧς ἄρ᾽ ἔφη, τὸ δὲ πολλὸν ὑπεξέχυτ᾽ αὐτίκα δάκρυ:
νειόθι θ᾽ ἀμφοτέρῃσι περίσχετο γούνατα χερσίν,
σὺν δὲ κάρη κόλποις περικάββαλεν. ἔνθ᾽ ἐλεεινὸν
ἄμφω ἐπ᾽ ἀλλήλῃσι θέσαν γόον: ὦρτο δ᾽ ἰωὴ
λεπταλέη διὰ δώματ᾽ ὀδυρομένων ἀχέεσσιν.
710τὴν δὲ πάρος Μήδεια προσέννεπεν ἀσχαλόωσα:
δαιμονίη, τί νύ τοι ῥέξω ἄκος, οἷ᾽ ἀγορεύεις,
ἀράς τε στυγερὰς καὶ Ἐρινύας; αἲ γὰρ ὄφελλεν
ἔμπεδον εἶναι ἐπ᾽ ἄμμι τεοὺς υἱῆας ἔρυσθαι.
ἴστω Κόλχων ὅρκος ὑπέρβιος ὅντιν᾽ ὀμόσσαι
715αὐτὴ ἐποτρύνεις, μέγας Οὐρανός, θ᾽ ὑπένερθεν
γαῖα, θεῶν μήτηρ, ὅσσον σθένος ἐστὶν ἐμεῖο,
μή σ᾽ ἐπιδευήσεσθαι, ἀνυστά περ ἀντιόωσαν.’
φῆ ἄρα: Χαλκιόπη δ᾽ ἠμείβετο τοῖσδ᾽ ἐπέεσσιν:
οὐκ ἂν δὴ ξείνῳ τλαίης χατέοντι καὶ αὐτῷ
720 δόλον, τινα μῆτιν ἐπιφράσσασθαι ἀέθλου,
παίδων εἵνεκ᾽ ἐμεῖο; καὶ ἐκ κείνοιο δ᾽ ἱκάνει
Ἄργος, ἐποτρύνων με τεῆς πειρῆσαι ἀρωγῆς:
μεσσηγὺς μὲν τόνγε δόμῳ λίπον ἐνθάδ᾽ ἰοῦσα.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (George W. Mooney, 1912)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: