previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἠθεῖαι, τίς δεῦρο νόος χρειω τε κομίζει
δηναιὰς αὔτως; τί δ᾽ ἱκάνετον, οὔτι πάρος γε
λίην φοιτίζουσαι, ἐπεὶ περίεστε θεάων;’
55    τὴν δ᾽ Ἥρη τοίοισιν ἀμειβομένη προσέειπεν:
Κερτομέεις: νῶιν δὲ κέαρ συνορίνεται ἄτῃ.
ἤδη γὰρ ποταμῷ ἐνὶ Φάσιδι νῆα κατίσχει
Αἰσονίδης, ἠδ᾽ ἄλλοι ὅσοι μετὰ κῶας ἕπονται.
τῶν ἤτοι πάντων μέν, ἐπεὶ πέλας ἔργον ὄρωρεν,
60δείδιμεν ἐκπάγλως, περὶ δ᾽ Αἰσονίδαο μάλιστα.
τὸν μὲν ἐγών, εἰ καί περ ἐς Ἄιδα ναυτίλληται
λυσόμενος χαλκέων Ἰξίονα νειόθι δεσμῶν,
ῥύσομαι, ὅσσον ἐμοῖσιν ἐνὶ σθένος ἔπλετο γυίοις,
ὄφρα μὴ ἐγγελάσῃ Πελίης κακὸν οἶτον ἀλύξας,
65ὅς μ᾽ ὑπερηνορέῃ θυέων ἀγέραστον ἔθηκεν.
καὶ δ᾽ ἄλλως ἔτι καὶ πρὶν ἐμοὶ μέγα φίλατ᾽ Ἰήσων
ἐξότ᾽ ἐπὶ προχοῇσιν ἅλις πλήθοντος Ἀναύρου
ἀνδρῶν εὐνομίης πειρωμένῃ ἀντεβόλησεν
θήρης ἐξανιών: νιφετῷ δ᾽ ἐπαλύνετο πάντα
70οὔρεα καὶ σκοπιαὶ περιμήκεες, οἱ δὲ κατ᾽ αὐτῶν
χείμαρροι καναχηδὰ κυλινδόμενοι φορέοντο.
γρηὶ δέ μ᾽ εἰσαμένην ὀλοφύρατο, καί μ᾽ ἀναείρας
αὐτὸς ἑοῖς ὤμοισι διὲκ προαλὲς φέρεν ὕδωρ.
τῶ νύ μοι ἄλληκτον περιτίεται: οὐδέ κε λώβην
75τίσειεν Πελίης, εἰ μή σύ γε νόστον ὀπάσσεις.’
ὧς ηὔδα: Κύπριν δ᾽ ἐνεοστασίη λάβε μύθων.
ἅζετο δ᾽ ἀντομένην Ἥρην ἕθεν εἰσορόωσα,
καί μιν ἔπειτ᾽ ἀγανοῖσι προσέννεπεν ἥγ᾽ ἐπέεσσιν:
πότνα θεά, μή τοί τι κακώτερον ἄλλο πέλοιτο
80Κύπριδος, εἰ δὴ σεῖο λιλαιομένης ἀθερίζω
ἔπος ἠέ τι ἔργον, κεν χέρες αἵγε κάμοιεν
ἠπεδαναί: καὶ μή τις ἀμοιβαίη χάρις ἔστω.’
ὧς ἔφαθ᾽: Ἥρη δ᾽ αὖτις ἐπιφραδέως ἀγορευσεν:
οὔτι βίης χατέουσαι ἱκάνομεν, οὐδέ τι χειρῶν.
85ἀλλ᾽ αὔτως ἀκέουσα τεῷ ἐπικέκλεο παιδὶ
παρθένον Αἰήτεω θέλξαι πόθῳ Αἰσονίδαο.
εἰ γάρ οἱ κείνη συμφράσσεται εὐμενέουσα,
ῥηιδίως μιν ἑλόντα δέρος χρύσειον ὀίω
νοστήσειν ἐς Ἰωλκόν, ἐπεὶ δολόεσσα τέτυκται.’
90    ὧς ἄρ᾽ ἔφη: Κύπρις δὲ μετ᾽ ἀμφοτέρῃσιν ἔειπεν:
Ἥρη, Ἀθηναίη τε, πίθοιτό κεν ὔμμι μάλιστα,
ἐμοί. ὑμείων γὰρ ἀναιδήτῳ περ ἐόντι
τυτθή γ᾽ αἰδὼς ἔσσετ᾽ ἐν ὄμμασιν: αὐτὰρ ἐμεῖο
οὐκ ὄθεται, μάλα δ᾽ αἰὲν ἐριδμαίνων ἀθερίζει.
95καὶ δή οἱ μενέηνα, περισχομένη κακότητι,
αὐτοῖσιν τόξοισι δυσηχέας ἆξαι ὀιστοὺς
ἀμφαδίην. τοῖον γὰρ ἐπηπείλησε χαλεφθείς,
εἰ μὴ τηλόθι χεῖρας, ἕως ἔτι θυμὸν ἐρύκει,
ἕξω ἐμάς, μετέπειτά γ᾽ ἀτεμβοίμην ἑοῖ αὐτῇ.’
100    ὧς φάτο: μείδησαν δὲ θεαί, καὶ ἐσέδρακον ἄντην
ἀλλήλαις. δ᾽ αὖτις ἀκηχεμένη προσέειπεν:
ἄλλοις ἄλγεα τἀμὰ γέλως πέλει: οὐδέ τί με χρὴ
μυθεῖσθαι πάντεσσιν: ἅλις εἰδυῖα καὶ αὐτή.
νῦν δ᾽ ἐπεὶ ὔμμι φίλον τόδε δὴ πέλει ἀμφοτέρῃσιν,
105πειρήσω, καί μιν μειλίξομαι, οὐδ᾽ ἀπιθήσει.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (George W. Mooney, 1912)
hide References (2 total)
  • Commentary references to this page (1):
    • Thomas W. Allen, E. E. Sikes, Commentary on the Homeric Hymns, HYMN TO PAN
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: