previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


, καὶ φωριαμὸν μετεκίαθεν, ἔνι πολλὰ
φάρμακά οἱ, τὰ μὲν ἐσθλά, τὰ δὲ ῥαιστήρι᾽, ἔκειτο.
ἐνθεμένη δ᾽ ἐπὶ γούνατ᾽ ὀδύρετο. δεῦε δὲ κόλπους
805ἄλληκτον δακρύοισι, τὰ δ᾽ ἔρρεεν ἀσταγὲς αὔτως,
αἴν᾽ ὀλοφυρομένης τὸν ἑὸν μόρον. ἵετο δ᾽ ἥγε
φάρμακα λέξασθαι θυμοφθόρα, τόφρα πάσαιτο.
ἤδη καὶ δεσμοὺς ἀνελύετο φωριαμοῖο,
ἐξελέειν μεμαυῖα, δυσάμμορος. ἀλλά οἱ ἄφνω
810δεῖμ᾽ ὀλοὸν στυγεροῖο κατὰ φρένας ἦλθ᾽ Ἀίδαο.
ἔσχετο δ᾽ ἀμφασίῃ δηρὸν χρόνον, ἀμφὶ δὲ πᾶσαι
θυμηδεῖς βιότοιο μεληδόνες ἰνδάλλοντο.
μνήσατο μὲν τερπνῶν, ὅσ᾽ ἐνὶ ζωοῖσι πέλονται,
μνήσαθ᾽ ὁμηλικίης περιγηθέος, οἷά τε κούρη:
815καί τέ οἱ ἠέλιος γλυκίων γένετ᾽ εἰσοράασθαι,
πάρος, εἰ ἐτεόν γε νόῳ ἐπεμαίεθ᾽ ἕκαστα.
καὶ τὴν μέν ῥα πάλιν σφετέρων ἀποκάτθετο γούνων,
Ἥρης ἐννεσίῃσι μετάτροπος, οὐδ᾽ ἔτι βουλὰς
ἄλλῃ δοιάζεσκεν: ἐέλδετο δ᾽ αἶψα φανῆναι
820ἠῶ τελλομένην, ἵνα οἱ θελκτήρια δοίη
φάρμακα συνθεσίῃσι, καὶ ἀντήσειεν ἐς ὠπήν.
πυκνὰ δ᾽ ἀνὰ κληῖδας ἑῶυ λύεσκε θυράων,
αἴγλην σκεπτομένη: τῇ δ᾽ ἀσπάσιον βάλε φέγγος
Ἠριγενής, κίνυντο δ᾽ ἀνὰ πτολίεθρον ἕκαστοι.
825    ἔνθα κασιγνήτους μὲν ἔτ᾽ αὐτόθι μεῖναι ἀνώγει
Ἄργος, ἵνα φράζοιντο νόον καὶ μήδεα κούρης:
αὐτὸς δ᾽ αὖτ᾽ ἐπὶ νῆα κίεν προπάροιθε λιασθείς.
δ᾽ ἐπεὶ οὖν τὰ πρῶτα φαεινομένην ἴδεν ἠῶ
παρθενική, ξανθὰς μὲν ἀνήψατο χερσὶν ἐθείρας,
830αἵ οἱ ἀτημελίῃ καταειμέναι ἠερέθοντο,
αὐσταλέας δ᾽ ἔψησε παρηίδας: αὐτὰρ ἀλοιφῇ
νεκταρέῃ φαιδρύνετ᾽ ἐπὶ χρόα: δῦνε δὲ πέπλον
καλόν, ἐυγνάμπτοισιν ἀρηρέμενον περόνῃσιν:
ἀμβροσίῳ δ᾽ ἐφύπερθε καρήατι βάλλε καλύπτρην
835ἀργυφέην. αὐτοῦ δὲ δόμοις ἔνι δινεύουσα
στεῖβε πέδον λήθῃ ἀχέων, τά οἱ ἐν ποσὶν ἦεν
θεσπέσι᾽, ἄλλα τ᾽ ἔμελλεν ἀεξήσεσθαι ὀπίσσω.
κέκλετο δ᾽ ἀμφιπόλοις, αἵ οἱ δυοκαίδεκα πᾶσαι
ἐν προδόμῳ θαλάμοιο θυώδεος ηὐλίζοντο
840ἥλικες, οὔπω λέκτρα σὺν ἀνδράσι πορσύνουσαι,
ἐσσυμένως οὐρῆας ὑποζεύξασθαι ἀπήνῃ,
οἵ κέ μιν εἰς Ἑκάτης περικαλλέα νηὸν ἄγοιεν.
ἔνθ᾽ αὖτ᾽ ἀμφίπολοι μὲν ἐφοπλίζεσκον ἀπήνην:
δὲ τέως γλαφυρῆς ἐξείλετο φωριαμοῖο
845φάρμακον, ῥά τέ φασι Προμήθειον καλέεσθαι.
τῷ εἴ κ᾽ ἐννυχίοισιν ἀρεσσάμενος θυέεσσιν
κούρην μουνογένειαν ἑὸν δέμας ἰκμαίνοιτο,
τ᾽ ἂν ὅγ᾽ οὔτε ῥηκτὸς ἔοι χαλκοῖο τυπῇσιν,
οὔτε κεν αἰθομένῳ πυρὶ εἰκάθοι: ἀλλὰ καὶ ἀλκῇ
850λωίτερος κεῖν᾽ ἦμαρ ὁμῶς κάρτει τε πέλοιτο.
πρωτοφυὲς τόγ᾽ ἀνέσχε καταστάξαντος ἔραζε
αἰετοῦ ὠμηστέω κνημοῖς ἔνι Καυκασίοισιν
αἱματόεντ᾽ ἰχῶρα Προμηθῆος μογεροῖο.
τοῦ δ᾽ ἤτοι ἄνθος μὲν ὅσον πήχυιον ὕπερθεν
855χροιῇ Κωρυκίῳ ἴκελον κρόκῳ ἐξεφαάνθη,
καυλοῖσιν διδύμοισιν ἐπήορον: δ᾽ ἐνὶ γαίῃ
σαρκὶ νεοτμήτῳ ἐναλιγκίη ἔπλετο ῥίζα.
τῆς οἵην τ᾽ ἐν ὄρεσσι κελαινὴν ἰκμάδα φηγοῦ
Κασπίῃ ἐν κόχλῳ ἀμήσατο φαρμάσσεσθαι,
860ἑπτὰ μὲν ἀενάοισι λοεσσαμένη ὑδάτεσσιν,
ἑπτάκι δὲ Βριμὼ κουροτρόφον ἀγκαλέσασα,
Βριμὼ νυκτιπόλον, χθονίην, ἐνέροισιν ἄνασσαν,
λυγαίῃ ἐνὶ νυκτί, σὺν ὀρφναίοις φαρέεσσιν.
μυκηθμῷ δ᾽ ὑπένερθεν ἐρεμνὴ σείετο γαῖα,
865ῥίζης τεμνομένης Τιτηνίδος: ἔστενε δ᾽ αὐτὸς
Ἰαπετοῖο πάις ὀδύνῃ πέρι θυμὸν ἀλύων.
τό ῥ᾽ ἥγ᾽ ἐξανελοῦσα θυώδεϊ κάτθετο μίτρῃ,
τέ οἱ ἀμβροσίοισι περὶ στήθεσσιν ἔερτο.
ἐκ δὲ θύραζε κιοῦσα θοῆς ἐπεβήσατ᾽ ἀπήνης:
870σὺν δέ οἱ ἀμφίπολοι δοιαὶ ἑκάτερθεν ἔβησαν.
αὐτὴ δ᾽ ἡνί᾽ ἔδεκτο καὶ εὐποίητον ἱμάσθλην
δεξιτερῇ, ἔλαεν δὲ δι᾽ ἄστεος: αἱ δὲ δὴ ἄλλαι
ἀμφίπολοι, πείρινθος ἐφαπτόμεναι μετόπισθεν,
τρώχων εὐρεῖαν κατ᾽ ἀμαξιτόν: ἂν δὲ χιτῶνας
875λεπταλέους λευκῆς ἐπιγουνίδος ἄχρις ἄειρον.
οἵη δὲ λιαροῖσιν ἐφ᾽ ὕδασι Παρθενίοιο,
ἠὲ καὶ Ἀμνισοῖο λοεσσαμένη ποταμοῖο
χρυσείοις Λητωὶς ἐφ᾽ ἅρμασιν ἑστηυῖα
ὠκείαις κεμάδεσσι διεξελάσῃσι κολώνας,
880τηλόθεν ἀντιόωσα πολυκνίσου ἑκατόμβης:
τῇ δ᾽ ἅμα νύμφαι ἕπονται ἀμορβάδες, αἱ μὲν ἐπ᾽ αὐτῆς
ἀγρόμεναι πηγῆς Ἀμνισίδος, ἂν δὲ δὴ ἄλλαι
ἄλσεα καὶ σκοπιὰς πολυπίδακας: ἀμφὶ δὲ θῆρες
κνυζηθμῷ σαίνουσιν ὑποτρομέοντες ἰοῦσαν:
885ὧς αἵγ᾽ ἐσσεύοντο δι᾽ ἄστεος: ἀμφὶ δὲ λαοὶ
εἶκον, ἀλευάμενοι βασιληίδος ὄμματα κούρης.
αὐτὰρ ἐπεὶ πόλιος μὲν ἐυδμήτους λίπ᾽ ἀγυιάς,
νηὸν δ᾽ εἰσαφίκανε διὲκ πεδίων ἐλάουσα,
δὴ τότ᾽ ἐυτροχάλοιο κατ᾽ αὐτόθι βήσατ᾽ ἀπήνης
890ἱεμένη, καὶ τοῖα μετὰ δμωῇσιν ἔειπεν:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: