previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἔστι δέ τις πορθμοῖο παροιτέρη Ἰονίοιο
ἀμφιλαφὴς πίειρα Κεραυνίῃ εἰν ἁλὶ νῆσος,
ὕπο δὴ κεῖσθαι δρέπανον φάτισ--ἵλατε Μοῦσαι,
985οὐκ ἐθέλων ἐνέπω προτέρων ἔποσ--ᾧ ἀπὸ πατρὸς
μήδεα νηλειῶς ἔταμεν Κρόνος: οἱ δέ Δηοῦς
κλείουσι χθονίης καλαμητόμον ἔμμεναι ἅρπην.
Δηὼ γὰρ κείνῃ ἐνὶ δή ποτε νάσσατο γαίῃ,
Τιτῆνας δ᾽ ἔδαε στάχυν ὄμπνιον ἀμήσασθαι,
990Μάκριδα φιλαμένη. Δρεπάνη τόθεν ἐκλήισται
οὔνομα, Φαιήκων ἱερὴ τροφός: ὧς δὲ καὶ αὐτοὶ
αἵματος Οὐρανίοιο γένος Φαίηκες ἔασιν.
τοὺς Ἀργὼ πολέεσσιν ἐνισχομένη καμάτοισιν
Θρινακίης αὔρῃς ἵκετ᾽ ἐξ ἁλός: οἱ δ᾽ ἀγανῇσιν
995Ἀλκίνοος λαοί τε θυηπολίῃσιν ἰόντας
δειδέχατ᾽ ἀσπασίως: ἐπὶ δέ σφισι καγχαλάασκεν
πᾶσα πόλις: φαίης κεν ἑοῖς ἐπὶ παισὶ γάνυσθαι.
καὶ δ᾽ αὐτοὶ ἥρωες ἀνὰ πληθὺν κεχάροντο,
τῷ ἴκελοι, οἷόν τε μεσαιτάτῃ ἐμβεβαῶτες
1000Αἱμονίῃ: μέλλον δὲ βοῇ ἔνι θωρήξεσθαι:
ὧδε μάλ᾽ ἀγχίμολον στρατὸς ἄσπετος ἐξεφαάνθη
Κόλχων, οἳ Πόντοιο κατὰ στόμα καὶ διὰ πέτρας
Κυανέας μαστῆρες ἀριστήων ἐπέρησαν.
Μήδειαν δ᾽ ἔξαιτον ἑοῦ ἐς πατρὸς ἄγεσθαι
1005ἵεντ᾽ ἀπροφάτως, ἠὲ στονόεσσαν ἀυτὴν
νωμήσειν χαλεπῇσιν ὁμόκλεον ἀτροπίῃσιν
αὖθί τε καὶ μετέπειτα σὺν Αἰήταο κελεύθῳ.
ἀλλά σφεας κατέρυκεν ἐπειγομένους πολέμοιο
κρείων Ἀλκίνοος. λελίητο γὰρ ἀμφοτέροισιν
1010δηιοτῆτος ἄνευθεν ὑπέρβια νείκεα λῦσαι.
κούρη δ᾽ οὐλομένῳ ὑπὸ δείματι πολλὰ μὲν αὐτοὺς
Αἰσονίδεω ἑτάρους μειλίσσετο, πολλὰ δὲ χερσὶν
Ἀρήτης γούνων ἀλόχου θίγεν Ἀλκινόοιο:
γουνοῦμαι, βασίλεια: σὺ δ᾽ ἵλαθι, μηδέ με Κόλχοις
1015ἐκδώῃς πατρὶ κομιζέμεν, εἴ νυ καὶ αὐτὴ
ἀνθρώπων γενεῆς μία φέρβεαι, οἷσιν ἐς ἄτην
ὠκύτατος κούφῃσι θέει νόος ἀμπλακίῃσιν.
ὡς ἐμοὶ ἐκ πυκιναὶ ἔπεσον φρένες, οὐ μὲν ἕκητι
μαργοσύνης. ἴστω δ᾽ ἱερὸν φάος Ἠελίοιο,
1020ἴστω νυκτιπόλου Περσηίδος ὄργια κούρης,
μὴ μὲν ἐγὼν ἐθέλουσα σὺν ἀνδράσιν ἀλλοδαποῖσιν
κεῖθεν ἀφωρμήθην: στυγερὸν δέ με τάρβος ἔπεισεν
τῆσγε φυγῆς μνήσασθαι, ὅτ᾽ ἤλιτον: οὐδέ τις ἄλλη
μῆτις ἔην. ἔτι μοι μίτρη μένει, ὡς ἐνὶ πατρὸς
1025δώμασιν, ἄχραντος καὶ ἀκήρατος. ἀλλ᾽ ἐλέαιρε,
πότνα, τεόν τε πόσιν μειλίσσεο: σοὶ δ᾽ ὀπάσειαν
ἀθάνατοι βίοτόν τε τελεσφόρον ἀγλαΐην τε
καὶ παῖδας καὶ κῦδος ἀπορθήτοιο πόληος.’
τοῖα μὲν Ἀρήτην γουνάζετο δάκρυ χέουσα:
1030τοῖα δ᾽ ἀριστήων ἐπαμοιβαδὶς ἄνδρα ἕκαστον:
ὑμέων, πέρι δὴ μέγα φέρτατοι, ἀμφί τ᾽ ἀέθλοις
ὧν κάμον ὑμετέροισιν, ἀτύζομαι: ἧς ἰότητι
ταύρους τ᾽ ἐζεύξασθε, καὶ ἐκ θέρος οὐλοὸν ἀνδρῶν
κείρατε γηγενέων: ἧς εἵνεκεν Αἱμονίηνδε
1035χρύσεον αὐτίκα κῶας ἀνάξετε νοστήσαντες.
ἥδ᾽ ἐγώ, πάτρην τε καὶ οὓς ὤλεσσα τοκῆας,
δόμον, σύμπασαν ἐυφροσύνην βιότοιο:
ὔμμι δὲ καὶ πάτρην καὶ δώματα ναιέμεν αὖτις
ἤνυσα: καὶ γλυκεροῖσιν ἔτ᾽ εἰσόψεσθε τοκῆας
1040ὄμμασιν: αὐτὰρ ἐμοὶ ἀπὸ δὴ βαρὺς εἵλετο δαίμων
ἀγλαΐας: στυγερὴ δὲ σὺν ὀθνείοις ἀλάλημαι.
δείσατε συνθεσίας τε καὶ ὅρκια, δείσατ᾽ Ἐρινὺν
Ἱκεσίην, νέμεσίν τε θεῶν, ἐς χεῖρας ἰοῦσαν
Αἰήτεω λώβῃ πολυπήμονι δῃωθῆναι.
1045οὐ νηούς, οὐ πύργον ἐπίρροθον, οὐκ ἀλεωρὴν
ἄλλην, οἰόθι δὲ προτιβάλλομαι ὑμέας αὐτους.
σχέτλιοι ἀτροπίης καὶ ἀνηλέες: οὐδ᾽ ἐνὶ θυμῷ
αἰδεῖσθε ξείνης μ᾽ ἐπὶ γούνατα χεῖρας ἀνάσσης
δερκόμενοι τείνουσαν ἀμήχανον: ἀλλά κε πᾶσιν,
1050κῶας ἑλεῖν μεμαῶτες, ἐμίξατε δούρατα Κόλχοις
αὐτῷ τ᾽ Αἰήτῃ ὑπερήνορι: νῦν δ᾽ ἐλάθεσθε
ἠνορέης, ὅτε μοῦνοι ἀποτμηγέντες ἔασιν.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (George W. Mooney, 1912)
hide References (1 total)
  • Commentary references to this page (1):
    • Thomas W. Allen, E. E. Sikes, Commentary on the Homeric Hymns, HYMN TO HERMES
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: