previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


κάμμορε, τίπτ᾽ ἐπὶ τόσσον ἀμηχανίῃ βεβόλησαι;
ἴδμεν ἐποιχομένους χρύσεον δέρος: ἴδμεν ἕκαστα
1320ὑμετέρων καμάτων, ὅσ᾽ ἐπὶ χθονός, ὅσσα τ᾽ ἐφ᾽ ὑγρὴν
πλαζόμενοι κατὰ πόντον ὑπέρβια ἔργ᾽ ἐκάμεσθε.
οἰοπόλοι δ᾽ εἰμὲν χθόνιαι θεαὶ αὐδήεσσαι,
ἡρῷσσαι, Λιβύης τιμήοροι ἠδὲ θύγατρες.
ἀλλ᾽ ἄνα: μηδ᾽ ἔτι τοῖον ὀιζύων ἀκάχησο:
1325ἄνστησον δ᾽ ἑτάρους. εὖτ᾽ ἂν δέ τοι Ἀμφιτρίτη
ἅρμα Ποσειδάωνος ἐύτροχον αὐτίκα λύσῃ,
δή ῥα τότε σφετέρῃ ἀπὸ μητέρι τίνετ᾽ ἀμοιβὴν
ὧν ἔκαμεν δηρὸν κατὰ νηδύος ὔμμε φέρουσα:
καί κεν ἔτ᾽ ἠγαθέην ἐς Ἀχαιίδα νοστήσαιτε.’
ὧς ἄρ᾽ ἔφαν, καὶ ἄφαντοι ἵν᾽ ἔσταθεν, ἔνθ᾽ ἄρα ταίγε
φθογγῇ ὁμοῦ ἐγένοντο παρασχεδόν. αὐτὰρ Ἰήσων
παπτήνας ἀν᾽ ἄρ᾽ ἕζετ᾽ ἐπὶ χθονός, ὧδέ τ᾽ ἔειπεν:
Ἵλατ᾽ ἐρημονόμοι κυδραὶ θεαί: ἀμφὶ δὲ νόστῳ
οὔτι μαλ᾽ ἀντικρὺ νοέω φάτιν. μὲν ἑταίρους
1335εἰς ἓν ἀγειράμενος μυθήσομαι, εἴ νύ τι τέκμωρ
δήωμεν κομιδῆς: πολέων δέ τε μῆτις ἀρείων.’
, καὶ ἀναΐξας ἑτάρους ἐπὶ μακρὸν ἀύτει,
αὐσταλέος κονίῃσι, λέων ὥς, ὅς ῥά τ᾽ ἀν᾽ ὕλην
σύννομον ἣν μεθέπων ὠρύεται: αἱ δὲ βαρείῃ
1340φθογγῇ ὑποτρομέουσιν ἀν᾽ οὔρεα τηλόθι βῆσσαι:
δείματι δ᾽ ἄγραυλοί τε βόες μέγα πεφρίκασιν
βουπελάται τε βοῶν: τοῖς δ᾽ οὔ νύ τι γῆρυς ἐτύχθη
ῥιγεδανὴ ἑτάροιο φίλους ἐπικεκλομένοιο.
ἀγχοῦ δ᾽ ἠγερέθοντο κατηφέες: αὐτὰρ τούσγε
1345ἀχνυμένους ὅρμοιο πέλας μίγα θηλυτέρῃσιν
ἱδρύσας, μυθεῖτο πιφαυσκόμενος τὰ ἕκαστα:
κλῦτε, φίλοι: τρεῖς γάρ μοι ἀνιάζοντι θεάων,
στέρφεσιν αἰγείοις ἐζωσμέναι ἐξ ὑπάτοιο
αὐχένος ἀμφί τε νῶτα καὶ ἰξύας, ἠύτε κοῦραι,
1350ἔσταν ὑπὲρ κεφαλῆς μάλ᾽ ἐπισχεδόν: ἂν δ᾽ ἐκάλυψαν
πέπλον ἐρυσσάμεναι κούφῃ χερί, καὶ μ᾽ ἐκέλοντο
αὐτόν τ᾽ ἔγρεσθαι, ἀνά θ᾽ ὑμέας ὄρσαι ἰόντα:
μητέρι δὲ σφετέρῃ μενοεικέα τῖσαι ἀμοιβὴν
ὧν ἔκαμεν δηρὸν κατὰ νηδύος ἄμμε φέρουσα
1355ὁππότε κεν λύσῃσιν ἐύτροχον Ἀμφιτρίτη
ἅρμα Ποσειδάωνος. ἐγὼ δ᾽ οὐ πάγχυ νοῆσαι
τῆσδε θεοπροπίης ἴσχω πέρι. φάν γε μὲν εἶναι
ἡρῷσσαι, Λιβύης τιμήοροι ᾐδὲ θύγατρες:
καὶ δ᾽ ὁπόσ᾽ αὐτοὶ πρόσθεν ἐπὶ χθονὸς ἠδ᾽ ὅσ᾽ ἐφ᾽ ὑγρὴν
1360ἔτλημεν, τὰ ἕκαστα διίδμεναι εὐχετόωντο.
οὐδ᾽ ἔτι τάσδ᾽ ἀνὰ χῶρον ἐσέδρακον, ἀλλά τις ἀχλὺς
ἠὲ νέφος μεσσηγὺ φαεινομένας ἐκάλυψεν.’
ὧς ἔφαθ᾽: οἱ δ᾽ ἄρα πάντες ἐθάμβεον εἰσαΐοντες.
ἔνθα τὸ μήκιστον τεράων Μινύῃσιν ἐτύχθη.
1365ἐξ ἁλὸς ἤπειρόνδε πελώριος ἔκθορεν ἵππος,
ἀμφιλαφής, χρυσέῃσι μετήορος αὐχένα χαίταις:
ῥίμφα δὲ σεισάμενος γυίων ἄπο νήχυτον ἅλμην
ὦρτο θέειν, πνοιῇ ἴκελος πόδας. αἶψα δὲ Πηλεὺς
γηθήσας ἑτάροισιν ὁμηγερέεσσι μετηύδα:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (George W. Mooney, 1912)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: