previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


1370    ἅρματα μὲν δή φημι Ποσειδάωνος ἔγωγε
ἤδη νῦν ἀλόχοιο φίλης ὑπὸ χερσὶ λελύσθαι:
μητέρα δ᾽ οὐκ ἄλλην προτιόσσομαι, ἠέ περ αὐτὴν
νῆα πέλειν: γὰρ κατὰ νηδύος ἄμμε φέρουσα
νωλεμὲς ἀργαλέοισιν ὀιζύει καμάτοισιν.
1375ἀλλά μιν ἀστεμφεῖ τε βίῃ καὶ ἀτειρέσιν ὤμοις
ὑψόθεν ἀνθέμενοι ψαμαθώδεος ἔνδοθι γαίης
οἴσομεν, προτέρωσε ταχὺς πόδας ἤλασεν ἵππος.
οὐ γὰρ ὅγε ξηρὴν ὑποδύσεται: ἴχνια δ᾽ ἡμῖν
σημανέειν τιν᾽ ἔολπα μυχὸν καθύπερθε θαλάσσης.’
1380    ὧς ηὔδα: πάντεσσι δ᾽ ἐπήβολος ἥνδανε μῆτις:
Μουσάων ὅδε μῦθος: ἐγὼ δ᾽ ὑπακουὸς ἀείδω
Πιερίδων, καὶ τήνδε πανατρεκὲς ἔκλυον ὀμφήν,
ὑμέας, πέρι δὴ μέγα φέρτατοι υἷες ἀνάκτων,
βίῃ τ᾽ ἀρετῇ Λιβύης ἀνὰ θῖνας ἐρήμους
1385νῆα μεταχρονίην ὅσα τ᾽ ἔνδοθι νηὸς ἄγεσθε,
ἀνθεμένους ὤμοισι φέρειν δυοκαίδεκα πάντα
ἤμαθ᾽ ὁμοῦ νύκτας τε. δύην γε μὲν καὶ ὀιζὺν
τίς κ᾽ ἐνέποι, τὴν κεῖνοι ἀνέπλησαν μογέοντες;
ἔμπεδον ἀθανάτων ἔσαν αἵματος, οἷον ὑπέσταν
1390ἔργον, ἀναγκαίῃ βεβιημένοι. αὐτὰρ ἐπιπρὸ
τῆλε μάλ᾽ ἀσπασίως Τριτωνίδος ὕδασι λίμνης
ὡς φέρον, ὡς εἰσβάντες ἀπὸ στιβαρῶν θέσαν ὤμων.
Λυσσαλέοις δἤπειτ᾽ ἴκελοι κυσὶν ἀίσσοντες
πίδακα μαστεύεσκον: ἐπὶ ξηρὴ γὰρ ἔκειτο
1395δίψα δυηπαθίῃ τε καὶ ἄλγεσιν, οὐδ᾽ ἐμάτησαν
πλαζόμενοι: ἷξον δ᾽ ἱερὸν πέδον, ἔνι Λάδων
εἰσέτι που χθιζὸν παγχρύσεα ῥύετο μῆλα
χώρῳ ἐν Ἄτλαντος, χθόνιος ὄφις: ἀμφὶ δὲ νύμφαι
Ἑσπερίδες ποίπνυον, ἐφίμερον ἀείδουσαι.
1400δὴ τότε δ᾽ ἤδη τῆμος ὑφ᾽ Ἡρακλῆι δαϊχθεὶς
μήλειον βέβλητο ποτὶ στύπος: οἰόθι δ᾽ ἄκρῃ
οὐρῇ ἔτι σκαίρεσκεν: ἀπὸ κρατὸς δὲ κελαινὴν
ἄχρις ἐπ᾽ ἄκνηστιν κεῖτ᾽ ἄπνοος: ἐκ δὲ λιπόντων
ὕδρης Λερναίης χόλον αἵματι πικρὸν ὀιστῶν
1405μυῖαι πυθομένοισιν ἐφ᾽ ἕλκεσι τερσαίνοντο.
ἀγχοῦ δ᾽ Ἑσπερίδες κεφαλαῖς ἔπι χεῖρας ἔχουσαι
ἀργυφέας ξανθῇσι λίγ᾽ ἔστενον: οἱ δ᾽ ἐπέλασσαν
ἄφνω ὁμοῦ: ταὶ δ᾽ αἶψα κόνις καὶ γαῖα, κιόντων
ἐσσυμένως, ἐγένοντο καταυτόθι. νώσατο δ᾽ Ὀρφεὺς
1410θεῖα τέρα, τὰς δέ σφι παρηγορέεσκε λιτῇσιν:
δαίμονες καλαὶ καὶ ἐύφρονες, ἵλατ᾽, ἄνασσαι,
εἴτ᾽ οὖν οὐρανίαις ἐναρίθμιοί ἐστε θεῇσιν,
εἴτε καταχθονίαις, εἴτ᾽ οἰοπόλοι καλέεσθε
νύμφαι: ἴτ᾽ νύμφαι, ἱερὸν γένος Ὠκεανοῖο,
1415δείξατ᾽ ἐελδομένοισιν ἐνωπαδὶς ἄμμι φανεῖσαι
τινα πετραίην χύσιν ὕδατος, τινα γαίης
ἱερὸν ἐκβλύοντα, θεαί, ῥόον, ἀπὸ δίψαν
αἰθομένην ἄμοτον λωφήσομεν. εἰ δέ κεν αὖτις
δή ποτ᾽ Ἀχαιίδα γαῖαν ἱκώμεθα ναυτιλίῃσιν,
1420δὴ τότε μυρία δῶρα μετὰ πρώτῃσι θεάων
λοιβάς τ᾽ εἰλαπίνας τε παρέξομεν εὐμενέοντες.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (George W. Mooney, 1912)
hide References (3 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Trachiniae, 1098
  • Cross-references to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: