previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


κέκλυτέ μευ. μούνη γὰρ ὀίομαι ὔμμι δαμάσσειν
1655ἄνδρα τόν, ὅστις ὅδ᾽ ἐστί, καὶ εἰ παγχάλκεον ἴσχει
ὃν δέμας, ὁππότε μή οἱ ἐπ᾽ ἀκάματος πέλοι αἰών.
ἀλλ᾽ ἔχετ᾽ αὐτοῦ νῆα θελήμονες ἐκτὸς ἐρωῆς
πετράων, εἵως κεν ἐμοὶ εἴξειε δαμῆναι.’
ὧς ἄρ᾽ ἔφη: καὶ τοὶ μὲν ὑπὲκ βελέων ἐρύσαντο
1660νῆ᾽ ἐπ᾽ ἐρετμοῖσιν, δεδοκημένοι ἥντινα ῥέξει
μῆτιν ἀνωίστως: δὲ πτύχα πορφυρέοιο
προσχομένη πέπλοιο παρειάων ἑκάτερθεν
βήσατ᾽ ἐπ᾽ ἰκριόφιν: χειρὸς δέ χειρὶ μεμαρπὼς
Αἰσονίδης ἐκόμιζε διὰ κληῖδας ἰοῦσαν.
1665ἔνθα δ᾽ ἀοιδῇσιν μειλίσσετο, μέλπε δὲ Κῆρας
θυμοβόρους, Ἀίδαο θοὰς κύνας, αἳ περὶ πᾶσαν
ἠέρα δινεύουσαι ἐπὶ ζωοῖσιν ἄγονται.
τὰς γουναζομένη τρὶς μὲν παρεκέκλετ᾽ ἀοιδαῖς,
τρὶς δὲ λιταῖς: θεμένη δὲ κακὸν νόον, ἐχθοδοποῖσιν
1670ὄμμασι χαλκείοιο Τάλω ἐμέγηρεν ὀπωπάς:
λευγαλέον δ᾽ ἐπί οἱ πρῖεν χόλον, ἐκ δ᾽ ἀίδηλα
δείκηλα προΐαλλεν, ἐπιζάφελον κοτέουσα.
Ζεῦ πάτερ, μέγα δή μοι ἐνὶ φρεσὶ θάμβος ἄηται,
εἰ δὴ μὴ νούσοισι τυπῇσί τε μοῦνον ὄλεθρος
1675ἀντιάει, καὶ δή τις ἀπόπροθεν ἄμμε χαλέπτει.
ὧς ὅγε χάλκειός περ ἐὼν ὑπόειξε δαμῆναι
Μηδείης βρίμῃ πολυφαρμάκου. ἂν δὲ βαρείας
ὀχλίζων λάιγγας, ἐρυκέμεν ὅρμον ἱκέσθαι.
πετραίῳ στόνυχι χρίμψε σφυρόν: ἐκ δέ οἱ ἰχὼρ
1680τηκομένῳ ἴκελος μολίβῳ ῥέεν: οὐδ᾽ ἔτι δηρὸν
εἱστήκει προβλῆτος ἐπεμβεβαὼς σκοπέλοιο.
ἀλλ᾽ ὥς τίς τ᾽ ἐν ὄρεσσι πελωρίη ὑψόθι πεύκη,
τήν τε θοοῖς πελέκεσσιν ἔθ᾽ ἡμιπλῆγα λιπόντες
ὑλοτόμοι δρυμοῖο κατήλυθον: δ᾽ ὑπὸ νυκτὶ
1685ῥιπῇσιν μὲν πρῶτα τινάσσεται, ὕστερον αὖτε
πρυμνόθεν ἐξαγεῖσα κατήριπεν: ὧς ὅγε ποσσὶν
ἀκαμάτοις τείως μὲν ἐπισταδὸν ᾐωρεῖτο,
ὕστερον αὖτ᾽ ἀμενηνὸς ἀπείρονι κάππεσε δούπῳ.
κεῖνο μὲν οὖν Κρήτῃ ἐνὶ δὴ κνέφας ηὐλίζοντο
1690ἥρωες: μετὰ δ᾽ οἵγε νέον φαέθουσαν ἐς ἠῶ
ἱρὸν Ἀθηναίης Μινωίδος ἱδρύσαντο,
ὕδωρ τ᾽ εἰσαφύσαντο καὶ εἰσέβαν, ὥς κεν ἐρετμοῖς
παμπρώτιστα βάλοιεν ὑπὲρ Σαλμωνίδος ἄκρης.
Λὐτίκα δὲ Κρηταῖον ὑπὲρ μέγα λαῖτμα θέοντας
1695νὺξ ἐφόβει, τήνπερ τε κατουλάδα κικλήσκουσιν:
νύκτ᾽ ὀλοὴν οὐκ ἄστρα διίσχανεν, οὐκ ἀμαρυγαὶ
μήνης: οὐρανόθεν δὲ μέλαν χάος, ἠέ τις ἄλλη
ὠρώρει σκοτίη μυχάτων ἀνιοῦσα βερέθρων.
αὐτοὶ δ᾽, εἴτ᾽ Ἀίδῃ, εἴθ᾽ ὕδασιν ἐμφορέοντο,
1700ἠείδειν οὐδ᾽ ὅσσον: ἐπέτρεψαν δὲ θαλάσσῃ
νόστον, ἀμηχανέοντες, ὅπῃ φέροι. αὐτὰρ Ἰήσων
χεῖρας ἀνασχόμενος μεγάλῃ ὀπὶ Φοῖβον ἀύτει,
ῥύσασθαι καλέων: κατὰ δ᾽ ἔρρεεν ἀσχαλόωντι
δάκρυα: πολλὰ δὲ Πυθοῖ ὑπέσχετο, πολλὰ δ᾽ Ἀμύκλαις,
1705πολλὰ δ᾽ ἐς Ὀρτυγίην ἀπερείσια δῶρα κομίσσειν.
Λητοΐδη, τύνη δὲ κατ᾽ οὐρανοῦ ἵκεο πέτρας
ῥίμφα Μελαντίους ἀριήκοος, αἵ τ᾽ ἐνὶ πόντῳ
ἧνται: δοιάων δὲ μιῆς ἐφύπερθεν ὀρούσας,
δεξιτερῇ χρύσειον ἀνέσχεθες ὑψόθι τόξον:
1710μαρμαρέην δ᾽ ἀπέλαμψε βιὸς περὶ πάντοθεν αἴγλην.
τοῖσι δέ τις Σποράδων βαιὴ ἀπὸ τόφρ᾽ ἐφαάνθη
νῆσος ἰδεῖν, ὀλίγης Ἱππουρίδος ἀντία νήσου,
ἔνθ᾽ εὐνὰς ἐβάλοντο καὶ ἔσχεθον: αὐτίκα δ᾽ Ἠὼς
φέγγεν ἀνερχομένη: τοὶ δ᾽ ἀγλαὸν Ἀπόλλωνι
1715ἄλσει ἐνὶ σκιερῷ τέμενος σκιόεντά τε βωμὸν
ποίεον, Αἰγλήτην μὲν ἐυσκόπου εἵνεκεν αἴγλης
Φοῖβον κεκλόμενοι: Ἀνάφην δέ τε λισσάδα νῆσον
ἴσκον, δὴ Φοῖβός μιν ἀτυζομένοις ἀνέφηνεν.
ῥέζον δ᾽ ὅσσα περ ἄνδρες ἐρημαίῃ ἐνὶ ῥέζειν
1720ἀκτῇ ἐφοπλίσσειαν: δή σφεας ὁππότε δαλοῖς
ὕδωρ αἰθομένοισιν ἐπιλλείβοντας ἴδοντο
Μηδείης δμωαὶ Φαιηκίδες, οὐκέτ᾽ ἔπειτα
ἴσχειν ἐν στήθεσσι γέλω σθένον, οἷα θαμειὰς
αἰὲν ἐν Ἀλκινόοιο βοοκτασίας ὁρόωσαι.
1725τὰς δ᾽ αἰσχροῖς ἥρωες ἐπεστοβέεσκον ἔπεσσιν
χλεύῃ γηθόσυνοι: γλυκερὴ δ᾽ ἀνεδαίετο τοῖσιν
κερτομίη καὶ νεῖκος ἐπεσβόλον. ἐκ δέ νυ κείνης
μολπῆς ἡρώων νήσῳ ἔνι τοῖα γυναῖκες
ἀνδράσι δηριόωνται, ὅτ᾽ Ἀπόλλωνα θυηλαῖς
1730Αἰγλήτην Ἀνάφης τιμήορον ἱλάσκωνται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (George W. Mooney, 1912)
hide References (2 total)
  • Commentary references to this page (1):
    • George W. Mooney, Commentary on Apollonius: Argonautica, 1.680
  • Cross-references to this page (1):
    • A Dictionary of Greek and Roman Antiquities (1890), NAVIS
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: