previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἠὼς μέν ῤ̔ ἐπὶ γαῖαν ἐκίδνατο, τοὶ δ᾽ ἐς ὅμιλον
ἷξον: θάμβησαν δὲ νέοι μέγα κῶας ἰδόντες
185λαμπόμενον στεροπῇ ἴκελον Διός. ὦρτο δ᾽ ἕκαστος
ψαῦσαι ἐελδόμενος δέχθαι τ᾽ ἐνὶ χερσὶν ἑῇσιν.
Αἰσονίδης δ᾽ ἄλλους μὲν ἐρήτυε, τῷ δ᾽ ἐπὶ φᾶρος
κάββαλε νηγάτεον: πρύμνῃ δ᾽ ἐνεείσατο κούρην
ἀνθέμενος, καὶ τοῖον ἔπος μετὰ πᾶσιν ἔειπεν:
190    μηκέτι νῦν χάζεσθε, φίλοι, πάτρηνδε νέεσθαι.
ἤδη γὰρ χρειώ, τῆς εἵνεκα τήνδ᾽ ἀλεγεινὴν
ναυτιλίην ἔτλημεν ὀιζύι μοχθίζοντες,
εὐπαλέως κούρης ὑπὸ δήνεσι κεκράανται.
τὴν μὲν ἐγὼν ἐθέλουσαν ἀνάξομαι οἴκαδ᾽ ἄκοιτιν
195κουριδίην: ἀτὰρ ὔμμες Ἀχαιίδος οἷά τε πάσης
αὐτῶν θ᾽ ὑμείων ἐσθλὴν ἐπαρωγὸν ἐοῦσαν
σώετε. δὴ γάρ που, μάλ᾽ ὀίομαι, εἶσιν ἐρύξων
Αἰήτης ὁμάδῳ πόντονδ᾽ ἴμεν ἐκ ποταμοῖο.
ἀλλ᾽ οἱ μὲν διὰ νηός, ἀμοιβαδὶς ἀνέρος ἀνὴρ
200ἑζόμενος, πηδοῖσιν ἐρέσσετε: τοὶ δὲ βοείας
ἀσπίδας ἡμίσεες, δῄων θοὸν ἔχμα βολάων,
προσχόμενοι νόστῳ ἐπαμύνετε. νῦν δ᾽ ἐνὶ χερσὶν
παῖδας ἑοὺς πάτρην τε φίλην, γεραρούς τε τοκῆας
ἴσχομεν: ἡμετέρῃ δ᾽ ἐπερείδεται Ἑλλὰς ἐφορμῇ,
205ἠὲ κατηφείην, καὶ μέγα κῦδος ἀρέσθαι.’
ὧς φάτο, δῦνε δὲ τεύχε᾽ ἀρήια: τοὶ δ᾽ ἰάχησαν
θεσπέσιον μεμαῶτες. δὲ ξίφος ἐκ κολεοῖο
σπασσάμενος πρυμναῖα νεὼς ἀπὸ πείσματ᾽ ἔκοψεν.
ἄγχι δὲ παρθενικῆς κεκορυθμένος ἰθυντῆρι
210Ἀγκαίῳ παρέβασκεν: ἐπείγετο δ᾽ εἰρεσίῃ νηῦς
σπερχομένων ἄμοτον ποταμοῦ ἄφαρ ἐκτὸς ἐλάσσαι.
ἤδη δ᾽ Αἰήτῃ ὑπερήνορι πᾶσί τε Κόλχοις
Μηδείης περίπυστος ἔρως καὶ ἔργ᾽ ἐτέτυκτο.
ἐς δ᾽ ἀγορὴν ἀγέροντ᾽ ἐνὶ τεύχεσιν: ὅσσα δέ πόντου
215κύματα χειμερίοιο κορύσσεται ἐξ ἀνέμοιο,
ὅσα φύλλα χαμᾶζε περικλαδέος πέσεν ὕλης
φυλλοχόῳ ἐνὶ μηνί--τίς ἂν τάδε τεκμήραιτο;
ὧς οἱ ἀπειρέσιοι ποταμοῦ παρεμέτρεον ὄχθας,
κλαγγῇ μαιμώοντες: δ᾽ εὐτύκτῳ ἐνὶ δίφρῳ
220Αἰήτης ἵπποισι μετέπρεπεν, οὕς οἱ ὄπασσεν
ἠέλιος πνοιῇσιν ἐειδομένους ἀνέμοιο,
σκαιῇ μέν ῤ̔ ἐνὶ χειρὶ σάκος δινωτὸν ἀείρων,
τῇ δ᾽ ἑτέρῃ πεύκην περιμήκεα: πὰρ δέ οἱ ἔγχος
ἀντικρὺ τετάνυστο πελώριον. ἡνία δ᾽ ἵππων
225γέντο χεροῖν Ἄψυρτος. υπεκπρὸ δὲ πόντον ἔταμνεν
νηῦς ἤδη κρατεροῖσιν ἐπειγομένη ἐρέτῃσιν,
καὶ μεγάλου ποταμοῖο καταβλώσκοντι ῥεέθρῳ.
αὐτὰρ ἄναξ ἄτῃ πολυπήμονι χεῖρας ἀείρας
ἠέλιον καὶ Ζῆνα κακῶν ἐπιμάρτυρας ἔργων
230κέκλετο: δεινὰ δὲ παντὶ παρασχεδὸν ἤπυε λαῷ
εἰ μή οἱ κούρην αὐτάγρετον, ἀνὰ γαῖαν,
πλωτῆς εὑρόντες ἔτ᾽ εἰν ἁλὸς οἴδματι νῆα,
ἄξουσιν, καὶ θυμὸν ἐνιπλήσει μενεαίνων
τίσασθαι τάδε πάντα, δαήσονται κεφαλῇσιν
235πάντα χόλον καὶ πᾶσαν ἑὴν ὑποδέγμενοι ἄτην.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (George W. Mooney, 1912)
hide References (3 total)
  • Commentary references to this page (1):
    • Thomas W. Allen, E. E. Sikes, Commentary on the Homeric Hymns, HYMN TO HERMES
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: