previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


σχετλίη, ῥα κακὸν καὶ ἀεικέα μήσαο νόστον.
740ἔλπομαι οὐκ ἐπὶ δήν σε βαρὺν χόλον Αἰήταο
ἐκφυγέειν: τάχα δ᾽ εἶσι καὶ Ἑλλάδος ἤθεα γαίης
τισόμενος φόνον υἷος, ὅτ᾽ ἄσχετα ἔργ᾽ ἐτέλεσσας.
ἀλλ᾽ ἐπεὶ οὖν ἱκέτις καὶ ὁμόγνιος ἔπλευ ἐμεῖο,
ἄλλο μὲν οὔτι κακὸν μητίσομαι ἐνθάδ᾽ ἰούσῃ:
745ἔρχεο δ᾽ ἐκ μεγάρων ξείνῳ συνοπηδὸς ἐοῦσα,
ὅντινα τοῦτον ἄιστον ἀείραο πατρὸς ἄνευθεν:
μηδέ με γουνάσσηαι ἐφέστιος, οὐ γὰρ ἔγωγε
αἰνήσω βουλάς τε σέθεν καὶ ἀεικέα φύξιν.’
ὧς φάτο: τὴν δ᾽ ἀμέγαρτον ἄχος λάβεν: ἀμφὶ δὲ πέπλον
750ὀφθαλμοῖσι βαλοῦσα γόον χέεν, ὄφρα μιν ἥρως
χειρὸς ἐπισχόμενος μεγάρων ἐξῆγε θύραζε
δείματι παλλομένην: λεῖπον δ᾽ ἀπὸ δώματα Κίρκης.
οὐδ᾽ ἄλοχον Κρονίδαο Διὸς λάθον: ἀλλά οἱ ῀Ἰρις
πέφραδεν, εὖτ᾽ ἐνόησεν ἀπὸ μεγάροιο κιόντας.
755αὐτὴ γάρ μιν ἄνωγε δοκευέμεν, ὁππότε νῆα
στείχοιεν: τὸ καὶ αὖτις ἐποτρύνουσ᾽ ἀγόρευεν:
῀Ἰρι φίλη, νῦν, εἴ ποτ᾽ ἐμὰς ἐτέλεσσας ἐφετμάς,
εἰ δ᾽ ἄγε λαιψηρῇσι μετοιχομένη πτερύγεσσιν,
δεῦρο Θέτιν μοι ἄνωχθι μολεῖν ἁλὸς ἐξανιοῦσαν.
760κείνης γὰρ χρειώ με κιχάνεται. αὐτὰρ ἔπειτα
ἐλθεῖν εἰς ἀκτάς, ὅθι τ᾽ ἄκμονες Ἡφαίστοιο
χάλκειοι στιβαρῇσιν ἀράσσονται τυπίδεσσιν:
εἰπὲ δὲ κοιμῆσαι φύσας πυρός, εἰσόκεν Ἀργὼ
τάσγε παρεξελάσῃσιν. ἀτὰρ καὶ ἐς Αἴολον ἐλθεῖν,
765Αἴολον, ὅς τ᾽ ἀνέμοις αἰθρηγενέεσσιν ἀνάσσει:
καὶ δὲ τῷ εἰπέμεναι τὸν ἐμὸν νόον, ὥς κεν ἀήτας
πάντας ἀπολλήξειεν ὑπ᾽ ἠέρι, μηδέ τις αὔρη
τρηχύνοι πέλαγος: Ζεφύρου γε μὲν οὖρος ἀήτω,
ὄφρ᾽ οἵγ᾽ Ἀλκινόου Φαιηκίδα νῆσον ἵκωνται.’
770    ὧς ἔφατ᾽: αὐτίκα δ᾽ ῀Ἰρις ἀπ᾽ Οὐλύμποιο θοροῦσα
τέμνε, τανυσσαμένη κοῦφα πτερά. δῦ δ᾽ ἐνὶ πόντῳ
Αἰγαίῳ, τόθι πέρ τε δόμοι Νηρῆος ἔασιν.
πρώτην δ᾽ εἰσαφίκανε Θέτιν, καὶ ἐπέφραδε μῦθον
Ἥρης ἐννεσίῃς, ὦρσέν τέ μιν εἰς νέεσθαι.
775δεύτερα δ᾽ εἰς Ἥφαιστον ἐβήσατο: παῦσε δὲ τόνγε
ῥίμφα σιδηρείων τυπίδων: ἔσχοντο δ᾽ ἀυτμῆς
αἰθαλέοι πρηστῆρες. ἀτὰρ τρίτον εἰσαφίκανεν
Αἴολον Ἱππότεω παῖδα κλυτόν. ὄφρα δὲ καὶ τῷ
ἀγγελίην φαμένη θοὰ γούνατα παῦσεν ὁδοῖο,
780τόφρα Θέτις Νηρῆα κασιγνήτας τε λιποῦσα
ἐξ ἁλὸς Οὔλυμπόνδε θεὰν μετεκίαθεν Ἥρην:
δέ μιν ἆσσον ἑοῖο παρεῖσέ τε, φαῖνέ τε μῦθον:
κέκλυθι νῦν, Θέτι δῖα, τά τοι ἐπιέλδομ᾽ ἐνισπεῖν.
οἶσθα μέν, ὅσσον ἐμῇσιν ἐνὶ φρεσὶ τίεται ἥρως
785Αἰσονίδης, οἱ δ᾽ ἄλλοι ἀοσσητῆρες ἀέθλου,
οἵως τέ σφ᾽ ἐσάωσα διὰ πλαγκτὰς περόωντας
πέτρας, ἔνθα πάρος δειναὶ βρομέουσι θύελλαι,
κύματά τε σκληρῇσι περιβλύει σπιλάδεσσιν.
νῦν δὲ παρὰ Σκύλλης σκόπελον μέγαν ἠδὲ Χάρυβδιν
790δεινὸν ἐρευγομένην δέχεται ὁδός. ἀλλά σε γὰρ δὴ
ἐξέτι νηπυτίης αὐτὴ τρέφον ἠδ᾽ ἀγάπησα
ἔξοχον ἀλλάων, αἵ τ᾽ εἰν ἁλὶ ναιετάουσιν,
οὕνεκεν οὐκ ἔτλης εὐνῇ Διὸς ἱεμένοιο
λέξασθαι. κείνῳ γὰρ ἀεὶ τάδε ἔργα μέμηλεν,
795ἠὲ σὺν ἀθανάταις ἠὲ θνητῇσιν ἰαύειν.
ἀλλ᾽ ἐμὲ αἰδομένη καὶ ἐνὶ φρεσὶ δειμαίνουσα,
ἠλεύω: δ᾽ ἔπειτα πελώριον ὅρκον ὄμοσσεν,
μήποτέ σ᾽ ἀθανάτοιο θεοῦ καλέεσθαι ἄκοιτιν.
ἔμπης δ᾽ οὐ μεθίεσκεν ὀπιπεύων ἀέκουσαν,
800εἰσότε οἱ πρέσβειρα Θέμις κατέλεξεν ἅπαντα,
ὡς δή τοι πέπρωται ἀμείνονα πατρὸς ἑοῖο
παῖδα τεκεῖν: τῶ καί σε λιλαιόμενος μεθέηκεν,
δείματι, μή τις ἑοῦ ἀντάξιος ἄλλος ἀνάσσοι
ἀθανάτων, ἀλλ᾽ αἰὲν ἑὸν κράτος εἰρύοιτο.
805αὐτὰρ ἐγὼ τὸν ἄριστον ἐπιχθονίων πόσιν εἶναι
δῶκά τοι, ὄφρα γάμου θυμηδέος ἀντιάσειας,
τέκνα τε φιτύσαιο: θεοὺς δ᾽ ἐς δαῖτ᾽ ἐκάλεσσα
πάντας ὁμῶς: αὐτὴ δὲ σέλας χείρεσσιν ἀνέσχον
νυμφίδιον, κείνης ἀγανόφρονος εἵνεκα τιμῆς.
810ἀλλ᾽ ἄγε καί τινά τοι νημερτέα μῦθον ἐνίψω.
εὖτ᾽ ἂν ἐς Ἠλύσιον πεδίον τεὸς υἱὸς ἵκηται,
ὃν δὴ νῦν Χείρωνος ἐν ἤθεσι Κενταύροιο
νηιάδες κομέουσι τεοῦ λίπτοντα γάλακτος,
χρειώ μιν κούρης πόσιν ἔμμεναι Αἰήταο
815Μηδείης: σὺ δ᾽ ἄρηγε νυῷ ἑκυρή περ ἐοῦσα,
ἠδ᾽ αὐτῷ Πηλῆι. τί τοι χόλος ἐστήρικται;
ἀάσθη. καὶ γάρ τε θεοὺς ἐπινίσσεται ἄτη.
ναὶ μὲν ἐφημοσύνῃσιν ἐμαῖς Ἥφαιστον ὀίω
λωφήσειν πρήσοντα πυρὸς μένος, Ἱπποτάδην δὲ
820Αἴολον ὠκείας ἀνέμων ἄικας ἐρύξειν,
νόσφιν ἐυσταθέος ζεφύρου, τείως κεν ἵκωνται
Φαιήκων λιμένας: σὺ δ᾽ ἀκηδέα μήδεο νόστον.
δεῖμα δέ τοι πέτραι καὶ ὑπέρβια κύματ᾽ ἔασιν
μοῦνον, κεν τρέψαιο κασιγνήτῃσι σὺν ἄλλαις.
825μηδὲ σύγ᾽ ἠὲ Χάρυβδιν ἀμηχανέοντας ἐάσῃς
ἐσβαλέειν, μὴ πάντας ἀναβρόξασα φέρῃσιν,
ἠὲ παρὰ Σκύλλης στυγερὸν κευθμῶνα νέεσθαι,
Σκύλλης Αὐσονίης ὀλοόφρονος, ἣν τέκε Φόρκυι
νυκτιπόλος Ἑκάτη, τήν τε κλείουσι Κράταιιν,
830μή πως σμερδαλέῃσιν ἐπαΐξασα γένυσσιν
λεκτοὺς ἡρώων δηλήσεται. ἀλλ᾽ ἔχε νῆα
κεῖσ᾽, ὅθι περ τυτθή γε παραίβασις ἔσσετ᾽ ὀλέθρου.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (George W. Mooney, 1912)
hide References (2 total)
  • Cross-references to this page (1):
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: