previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


οὐκ ἄρ᾽ ἐγὼ μούνη μετὰ Λάτμιον ἄντρον ἀλύσκω,
οὐδ᾽ οἴη καλῷ περιδαίομαι Ἐνδυμίωνι:
θαμὰ δὴ καὶ σεῖο κίον δολίῃσιν ἀοιδαῖς,
60μνησαμένη φιλότητος, ἵνα σκοτίῃ ἐνὶ νυκτὶ
φαρμάσσῃς εὔκηλος, τοι φίλα ἔργα τέτυκται.
νῦν δὲ καὶ αὐτὴ δῆθεν ὁμοίης ἔμμορες ἄτης:
δῶκε δ᾽ ἀνιηρόν τοι Ἰήσονα πῆμα γενέσθαι
δαίμων ἀλγινόεις. ἀλλ᾽ ἔρχεο, τέτλαθι δ᾽ ἔμπης,
65καὶ πινυτή περ ἐοῦσα, πολύστονον ἄλγος ἀείρειν.’
ὦς ἄρ᾽ ἔφη: τὴν δ᾽ αἶψα πόδες φέρον ἐγκονέουσαν.
ἀσπασίως δ᾽ ὄχθῃσιν ἐπηέρθη ποταμοῖο,
ἀντιπέρην λεύσσουσα πυρὸς σέλας, ῥά τ᾽ ἀέθλου
παννύχιοι ἥρωες ἐυφροσύνῃσιν ἔδαιον.
70ὀξείῃ δἤπειτα διὰ κνέφας ὄρθια φωνῇ
ὁπλότατον Φρίξοιο περαιόθεν ἤπυε παίδων,
φρόντιν: δὲ ξὺν ἑοῖσι κασιγνήτοις ὄπα κούρης
αὐτῷ τ᾽ Αἰσονίδῃ τεκμήρατο: σῖγα δ᾽ ἑταῖροι
θάμβεον, εὖτ᾽ ἐνόησαν δὴ καὶ ἐτήτυμον ἦεν.
75τρὶς μὲν ἀνήυσεν, τρὶς δ᾽ ὀτρύνοντος ὁμίλου
Φρόντις ἀμοιβήδην ἀντίαχεν: οἱ δ᾽ ἄρα τείως
ἥρωες μετὰ τήνγε θοοῖς ἐλάασκον ἐρετμοῖς.
οὔπω πείσματα νηὸς ἐπ᾽ ἠπείροιο περαίης
βάλλον, δὲ κραιπνοὺς χέρσῳ πόδας ἧκεν Ἰήσων
80ὑψοῦ ἀπ᾽ ἰκριόφιν: μετὰ δὲ Φρόντις τε καὶ Ἄργος,
υἷε δύω Φρίξου, χαμάδις θόρον: δ᾽ ἄρα τούσγε
γούνων ἀμφοτέρῃσι περισχομένη προσέειπεν:
ἔκ με, φίλοι, ῥύσασθε δυσάμμορον, ὧς δὲ καὶ αὐτοὺς
ὑμέας Αἰήταο, πρὸ γάρ τ᾽ ἀναφανδὰ τέτυκται
85πάντα μάλ᾽, οὐδέ τι μῆχος ἱκάνεται. ἀλλ᾽ ἐπὶ νηὶ
φεύγωμεν, πρὶν τόνδε θοῶν ἐπιβήμεναι ἵππων.
δώσω δὲ χρύσειον ἐγὼ δέρος, εὐνήσασα
φρουρὸν ὄφιν: τύνη δὲ θεοὺς ἐνὶ σοῖσιν ἑταίροις,
ξεῖνε, τεῶν μύθων ἐπιίστορας, οὕς μοι ὑπέστης,
90ποίησαι: μηδ᾽ ἔνθεν ἑκαστέρω ὁρμηθεῖσαν
χήτει κηδεμόνων ὀνοτὴν καὶ ἀεικέα θείης.’
Ἴσκεν ἀκηχεμένη: μέγα δὲ φρένες Αἰσονίδαο
γήθεον: αἶψα δέ μιν περὶ γούνασι πεπτηυῖαν
ἦκ᾽ ἀναειρόμενος προσπτύξατο, θάρσυνέν τε:
95δαιμονίη, Ζεὺς αὐτὸς Ὀλύμπιος ὅρκιος ἔστω,
Ἥρη τε Ζυγίη, Διὸς εὐνέτις, μὲν ἐμοῖσιν
κουριδίην σε δόμοισιν ἐνιστήσεσθαι ἄκοιτιν,
εὖτ᾽ ἂν ἐς Ἑλλάδα γαῖαν ἱκώμεθα νοστήσαντες.’
ὧς ηὔδα, καὶ χεῖρα παρασχεδὸν ἤραρε χειρὶ
100δεξιτερήν: δέ σφιν ἐς ἱερὸν ἄλσος ἀνώγει
νῆα θοὴν ἐλάαν αὐτοσχεδόν, ὄφρ᾽ ἔτι νύκτωρ
κῶας ἑλόντες ἄγοιντο παρὲκ νόον Αἰήταο.
ἔνθ᾽ ἔπος ἠδὲ καὶ ἔργον ὁμοῦ πέλεν ἐσσυμένοισιν.
εἰς γάρ μιν βήσαντες, ἀπὸ χθονὸς αὐτίκ᾽ ἔωσαν
105νῆα: πολὺς δ᾽ ὀρυμαγδὸς ἐπειγομένων ἐλάτῃσιν
ἦεν ἀριστήων: δ᾽ ἔμπαλιν ἀίσσουσα
γαίῃ χεῖρας ἔτεινεν ἀμήχανος. αὐτὰρ Ἰήσων
θάρσυνέν τ᾽ ἐπέεσσι, καὶ ἴσχανεν ἀσχαλόωσαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (George W. Mooney, 1912)
hide References (1 total)
  • Cross-references to this page (1):
    • A Dictionary of Greek and Roman Antiquities (1890), JUSJURANDUM
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: