Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Σιληνός
σιγήσατ᾽, ὦ τέκν᾽, ἄντρα δ᾽ ἐς πετρηρεφῆ
ποίμνας ἀθροῖσαι προσπόλους κελεύσατε.
Χορός
χωρεῖτ᾽: ἀτὰρ δὴ τίνα, πάτερ, σπουδὴν ἔχεις;
Σιληνός
85ὁρῶ πρὸς ἀκταῖς ναὸς Ἑλλάδος σκάφος
κώπης τ᾽ ἄνακτας σὺν στρατηλάτῃ τινὶ
στείχοντας ἐς τόδ᾽ ἄντρον: ἀμφὶ δ᾽ αὐχέσιν
τεύχη φέρονται κενά, βορᾶς κεχρημένοι,
κρωσσούς θ᾽ ὑδρηλούς. ὦ ταλαίπωροι ξένοι:
90τίνες ποτ᾽ εἰσίν; οὐκ ἴσασι δεσπότην
Πολύφημον οἷός ἐστιν ἄξενόν τε γῆν
τήνδ᾽ ἐμβεβῶτες καὶ Κυκλωπίαν γνάθον
τὴν ἀνδροβρῶτα δυστυχῶς ἀφιγμένοι.
ἀλλ᾽ ἥσυχοι γίγνεσθ᾽, ἵν᾽ ἐκπυθώμεθα
95πόθεν πάρεισι Σικελὸν Αἰτναῖον πάγον.
Ὀδυσσεύς
ξένοι, φράσαιτ᾽ ἂν νᾶμα ποτάμιον πόθεν
δίψης ἄκος λάβοιμεν εἴ τέ τις θέλει
βορὰν ὁδῆσαι ναυτίλοις κεχρημένοις;
<ἔα:> τί χρῆμα; Βρομίου πόλιν ἔοιγμεν ἐσβαλεῖν:
100Σατύρων πρὸς ἄντροις τόνδ᾽ ὅμιλον εἰσορῶ.
χαίρειν προσεῖπον πρῶτα τὸν γεραίτατον.
Σιληνός
χαῖρ᾽, ὦ ξέν᾽: ὅστις δ᾽ εἶ φράσον πάτραν τε σήν.
Ὀδυσσεύς
Ἴθακος Ὀδυσσεύς, γῆς Κεφαλλήνων ἄναξ.
Σιληνός
οἶδ᾽ ἄνδρα, κρόταλον δριμύ, Σισύφου γένος.
Ὀδυσσεύς
105ἐκεῖνος αὐτός εἰμι: λοιδόρει δὲ μή.
Σιληνός
πόθεν Σικελίαν τήνδε ναυστολῶν πάρει;
Ὀδυσσεύς
ἐξ Ἰλίου γε κἀπὸ Τρωϊκῶν πόνων.
Σιληνός
πῶς; πορθμὸν οὐκ ᾔδησθα πατρῴας χθονός;
Ὀδυσσεύς
ἀνέμων θύελλαι δεῦρό μ᾽ ἥρπασαν βίᾳ.
Σιληνός
110παπαῖ: τὸν αὐτὸν δαίμον᾽ ἐξαντλεῖς ἐμοί.
Ὀδυσσεύς
ἦ καὶ σὺ δεῦρο πρὸς βίαν ἀπεστάλης;
Σιληνός
λῃστὰς διώκων οἳ Βρόμιον ἀνήρπασαν.
Ὀδυσσεύς
τίς δ᾽ ἥδε χώρα καὶ τίνες ναίουσί νιν;
Σιληνός
Αἰτναῖος ὄχθος Σικελίας ὑπέρτατος.
Ὀδυσσεύς
115τείχη δὲ ποῦ 'στι καὶ πόλεως πυργώματα;
Σιληνός
οὐκ ἔστ᾽: ἔρημοι πρῶνες ἀνθρώπων, ξένε.
Ὀδυσσεύς
τίνες δ᾽ ἔχουσι γαῖαν; ἦ θηρῶν γένος;
Σιληνός
Κύκλωπες, ἄντρ᾽ οἰκοῦντες, οὐ στέγας δόμων.
Ὀδυσσεύς
τίνος κλύοντες; ἢ δεδήμευται κράτος;
Σιληνός
120μονάδες: ἀκούει δ᾽ οὐδὲν οὐδεὶς οὐδενός.
Ὀδυσσεύς
σπείρουσι δ᾽ — ἢ τῷ ζῶσι; — Δήμητρος στάχυν;
Σιληνός
γάλακτι καὶ τυροῖσι καὶ μήλων βορᾷ.
Ὀδυσσεύς
Βρομίου δὲ πῶμ᾽ ἔχουσιν, ἀμπέλου ῥοάς;
Σιληνός
ἥκιστα: τοιγὰρ ἄχορον οἰκοῦσι χθόνα.
Ὀδυσσεύς
125φιλόξενοι δὲ χὤσιοι περὶ ξένους;
Σιληνός
γλυκύτατά φασι τὰ κρέα τοὺς ξένους φορεῖν.
Ὀδυσσεύς
τί φῄς; βορᾷ χαίρουσιν ἀνθρωποκτόνῳ;
Σιληνός
οὐδεὶς μολὼν δεῦρ᾽ ὅστις οὐ κατεσφάγη.
Ὀδυσσεύς
αὐτὸς δὲ Κύκλωψ ποῦ 'στιν; ἦ δόμων ἔσω;
Σιληνός
130φροῦδος, πρὸς Αἴτνῃ θῆρας ἰχνεύων κυσίν.