previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Χορός
175ἄκου᾽, Ὀδυσσεῦ: διαλαλήσωμέν τί σοι.

Ὀδυσσεύς
καὶ μὴν φίλοι γε προσφέρεσθε πρὸς φίλον.

Χορός
ἐλάβετε Τροίαν τὴν Ἑλένην τε χειρίαν;

Ὀδυσσεύς
καὶ πάντα γ᾽ οἶκον Πριαμιδῶν ἐπέρσαμεν.

Χορός
οὔκουν, ἐπειδὴ τὴν νεᾶνιν εἵλετε,
180ἅπαντες αὐτὴν διεκροτήσατ᾽ ἐν μέρει,
ἐπεί γε πολλοῖς ἥδεται γαμουμένη,
τὴν προδότιν; τοὺς θυλάκους τοὺς ποικίλους
περὶ τοῖν σκελοῖν ἰδοῦσα καὶ τὸν χρύσεον
κλῳὸν φοροῦντα περὶ μέσον τὸν αὐχένα
185ἐξεπτοήθη, Μενέλεων, ἀνθρώπιον
λῷστον λιποῦσα. μηδαμοῦ γένος ποτὲ
φῦναι γυναικῶν ὤφελ᾽, εἰ μὴ 'μοὶ μόνῳ.

Σιληνός
ἰδού: τάδ᾽ ὑμῖν ποιμνίων βοσκήματα,
ἄναξ Ὀδυσσεῦ, μηκάδων ἀρνῶν τροφαί,
190πηκτοῦ γάλακτός τ᾽ οὐ σπάνια τυρεύματα.
φέρεσθε: χωρεῖθ᾽ ὡς τάχιστ᾽ ἄντρων ἄπο,
βότρυος ἐμοὶ πῶμ᾽ ἀντιδόντες εὐίου.

οἴμοι: Κύκλωψ ὅδ᾽ ἔρχεται: τί δράσομεν;

Ὀδυσσεύς
ἀπολώλαμέν τἄρ᾽, γέρον: ποῖ χρὴ φυγεῖν;

Σιληνός
195ἔσω πέτρας τῆσδ᾽, οὗπερ ἂν λάθοιτέ γε.

Ὀδυσσεύς
δεινὸν τόδ᾽ εἶπας, ἀρκύων μολεῖν ἔσω.

Σιληνός
οὐ δεινόν: εἰσὶ καταφυγαὶ πολλαὶ πέτρας.

Ὀδυσσεύς
οὐ δῆτ᾽: ἐπεί τἂν μεγάλα γ᾽ Τροία στένοι,
εἰ φευξόμεσθ᾽ ἕν᾽ ἄνδρα, μυρίον δ᾽ ὄχλον
200Φρυγῶν ὑπέστην πολλάκις σὺν ἀσπίδι.
ἀλλ᾽, εἰ θανεῖν δεῖ, κατθανούμεθ᾽ εὐγενῶς
ζῶντες αἶνον τὸν πάρος συσσώσομεν.

hide References (2 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Ajax, 494
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: